1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

παιδεῦσαι, ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν ∆ημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ' οὐ δὲν δύναται αὐτοὺς, φησὶ, παιδεῦσαι ὁ λιμός· οὕτω γὰρ πανταχόθεν στενούμενοι ἐπὶ τὸν πάντων κτίστην χωρήσουσι. Τί οὖν Ἠλίας; Ζῇ, φησὶ, Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου, καθάπερ πυρετὸς, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάν τα εὐθὺς ἐξηραίνετο, πάντα ἐρημοῦτο, πάντα ἐξηφα νίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πε δίοις, τὰ παρὰ θάλασσαν· πάντα ἀθρόως ξηραινό μενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολ λήν. Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῶα, τὰ πε τεινὰ ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμ φορὰ πᾶσαν ὁμοῦ κατέλαβε τὴν γῆν· οὐδεὶς ἀνεσώζε το, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαὶ, ποταμοὶ, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι' ὕδατος, ἀλλὰ δι' ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐ δενός· ἐμέθυε γὰρ τῷ ζήλῳ.

Πᾶσα οὖν ἄωρος ἡλικία ἐτελεύτα. Τί ποιεῖς, Ἠλία; ἔστω, οἱ νεα 50.730 νίσκοι ἥμαρτον· τί τὰ παιδία παιδεύονται; ἔστω, οἱ ἄνθρωποι ἥμαρτον, τί τὰ κτήνη συναποθνήσκουσι; τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Ἄπελθε, φησὶν, ἐπὶ τῷ ποταμῷ Χοῤῥὰθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν σε ἐκεῖ. Πάλιν ἂν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέ σον ἀγαγὼν, ἵνα δείξω αὐτῷ ὅτι ὁ νόμος τὰ τοῦ νό μου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιὰ, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα. Ὃν σέβῃ Ἠλίαν, ὃν προσδοκᾷς ἔρχεσθαι, περὶ οὗ πολὺν ἔχεις τὸν λόγον, καὶ προφήτην αὐτὸν καλεῖς, οὗτος πῶς ὑπὸ κόρακος ἐτρέφετο; ὁ γὰρ κόραξ κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ οὕτως ὁ νόμος διηγόρευσεν ἀκάθαρτον εἶναι τὸν κόρακα. Καὶ πῶς οὖν ὁ προφήτης ἐτρέφετο ὑπὸ τοῦ ἀκαθάρτου κόρα κος; εἰ γὰρ ὁ νόμος ἀκάθαρτον τὸν κόρακα ἔλεγε, πάντως ὁ ἐκ τοῦ κόρακος τρεφόμενος ἀκάθαρτος ἂν εἴη. Ἀλλὰ τοῦτο οὐκ ἦν, ἄπαγε, μὴ γένοιτο! ἀλλ' ὁ Ἠλίας ὑπὸ κόρακος ἐτρέφετο, οὐδὲν ἀκάθαρτον τῶν ὑπὸ Κυρίου κτισθέντων νομίζων. Εἶτα ἐκεῖθεν, ἐπει δὴ χρόνος διῆλθε, καὶ λοιπὸν ὁ ποταμὸς ἐξηράνθη, ἐγείρει τὸν προφήτην εἰς τροφήν. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι γυ ναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ· τοῦτο δὲ κατά τινα οἰκονομίαν ὁ Θεὸς ἐποίει. Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν ∆εσπότην αὐτοῦ δοῦναι ὑετόν. Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ' οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν