4
ὀφθαλμοῖς θεωρῶν τὴν ἀνάστασιν· ἐκεῖ γὰρ περιμένω αὐτὸν ἔρχεσθαι κἀκεῖθεν ἐγείρας με μετὰ πάντων ἀτελεύτητον ζωὴν χαρίσηται". Καὶ βλέπε τὴν τούτου μεγαλοφροσύνην προαναφωνοῦντα τὰ τοῦ Παύλου λόγια· ἐκεῖνος γάρ φησιν· "ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ". Τουτέστιν ἐπάρας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ὅ ἐστι νόμος· φραγμὸς γὰρ τῶν Ἰουδαίων ὁ νόμος λέγεται διὰ τὸ μὴ συγχωρεῖν τὸν Ἰουδαῖον εὑρίσκεσθαι μετὰ ἐθνικοῦ. Ἐπειδὴ οὖν ἐλθὼν ὁ Κύριος ἦρεν αὐτὸν καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, τά τε τῶν Ἰουδαίων γένη καὶ τὰ τῶν ἐθνῶν πλήθη εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ, καὶ μίαν καὶ τὴν αὐτὴν χάριν τοῖς πᾶσι ἐδωρήσατο. ∆ιὰ τοῦτο φησὶ καὶ ὁ Συμεὼν "Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ". Ὢ πολιὰ φρονήσει συμπεπλεγμένη, ὢ γῆρας βίῳ ἀκηλιδότῳ λαμπρυνόμενον· ὢ προφήτης ἄριστος, δοχεῖον τοῦ ἁγίου πνεύματος γεγονώς. Τοῦτον μιμήσασθε, ὅσοι τῷ βίῳ προέβητε· οὗτος γὰρ τὸν Κύριον ὑπεδέξατο· οὐδὲν δὲ κωλύει καὶ ἡμᾶς θρόνους εἶναι τοῦ ἁγίου πνεύματος, ἐὰν τούτου τὸν βίον μιμησώμεθα. Καὶ πῶς ἄρα γένοιτ' ἂν τοῦτο, ἐν μέθαις καὶ ἐν θεάτροις καὶ κύβοις διημερευόντων ἡμῶν, ἐν ᾧ "τῆς ἀσωτίας ἡ ἀνάχυσις" γίνεται. Ὁ Συμεὼν ταῦτα οὐκ ἔπραττεν, 70 ἀλλὰ τοὐναντίον. Σὺ μὲν γὰρ τρέχεις ἐν μέθαις καὶ κύβοις, αὐτὸς δὲ ἐν τῷ ἱερῷ· σῦ τὰ θεάτρα περισκοπεῖς, οὗτος δὲ εἰς θεωρίας πνευματικὰς ἐσχόλαζε· σὺ πρὸς ἐπιθυμίαν αἰσχρὰν τὸν νοῦν αἰχμαλωτίζεις, οὗτος δὲ ὡς γενναῖος ἀθλητὴς πρὸς τὰ τοιαῦτα ἀντεπάλαιε. Μὴ αἰσχύνου ἐλεγχόμενος ἀλλὰ μᾶλλον κατανύγηθι ἀκούων. Εἰ γὰρ βούλει τὸ γραμματεῖον τῆς ἀφέσεως τῶν ἁμαρτιῶν λαβὼν οὕτως ἐντεῦθεν ἐξελθεῖν, μὴ προβάλλου μοι ὄκνον, ἀλλὰ δὸς θερμῇ τῇ ψυχῇ σεαυτὸν στενάξας πικρῶς ἐφ' οἷς ἔπραξας, καὶ καθομολογήσας τῷ δεσπότῃ μηκέτι τοῖς αὐτοῖς εὑρίσκεσθαι. Ἔκτοτε ἀσφαλῶς ἔχε, ὅτι καὶ σὺ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὴν δωρεὰν ἔλαβες, καὶ μηδέπω ἀπογνῷς σεαυτόν. Οὐ χαλεπὸν ἡ ἁμαρτία ὡς χαλεπὸν ἡ ἀπόγνωσις. Ἀλλὰ πλειστάκις, φησί, πτάισας μετενόησα, καὶ πάλιν τοῖς αὐτοῖς περιέπεσα, καὶ τί ποιῆσαι οὐκ οἶδα· καὶ τοῦτο λογίζομαι, ὅτι ἀπέστραπταί μοι ὁ θεός. Ἄκουσον, ἀγαπητέ, περὶ τούτου. οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ· "Θεὸς κακῶν ἀπείραστος· ἕκαστος γὰρ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος". Μικρὸν γὰρ ἄρτι κλαυθμυρίζων, καὶ μετὰ τὸ ἐξιέναι σε τῆς ἐκκλησίας μηκέτι μνημονεύων τῶν παραινέσεων ὧν ἀκήκοας, ἀλλὰ πρὸς μετεωρισμοὺς σεαυτὸν ἐκδούς, πῶς οὐχὶ ἄρα παραπτώματι περιπέσῃς, εἰπέ μοι; Ἀλλὰ κάτεχέ μου τοὺς λόγους, καὶ σχόλαζε τῇ εὐχῇ, τῇ εὐποιΐᾳ δαψιλῶς κεχρημένος, καὶ μετὰ ὁσίων ἀνδρῶν διάγων, μηκέτι πρὸς ἀδηφαγίαν σεαυτὸν ἐκδῷς· μὴ ῥεμβέσθω ὁ ὀφθαλμός σου ἄκαιρα· μὴ λογιζέτω ἡ καρδία σου κενὰ καὶ μάταια· κέκτησο τὴν ταπείνωσιν· αὔξανον πρὸς τὴν ἀγάπην· "τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἑτέραν"· ἀγγαρευόμενος προστίθει· "μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας"· μηκέτι ὅρκος διὰ τοῦ στόματός σου διερχέσθω, ἀλλὰ βόα μετὰ τοῦ Παύλου· "Ἐσταύρωμαι τῷ κόσμῳ καὶ ὁ κόσμος ἐμοί". Ἔχε τοίνυν ἀσφαλεῖς τὰς παραδόσεις τῶν ἁγίων 72 ἀποστόλων καὶ τῶν πατέρων, ταῖς ἀναγνώσεσι τῶν θείων γραφῶν σχόλαζε· ἀσφαλῆ καὶ ἑδραῖα καὶ ἀμετακίνητα τὰ θεῖα λόγια φύλασσε ἐν τῇ καρδίᾳ σου.
Τότε οὖν πεπεισμένος ἔσο ὅτε καὶ τὴν συγχώρησιν τῶν πταισμάτων εἴληφας. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἠγνόησας τὸν δεσπότην, καὶ τὰς ἐναντίας δυνάμεις ἐφαίδρυνας τῇ ἀπωλείᾳ σου, σπούδασον κἂν ἀπὸ τοῦ νῦν μακροθυμήσαντα ἐπὶ σοὶ