4
ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ' ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, τοσαύτην ποιεῖσθαι πρόνοιαν· ἔνθα δὲ χρησταὶ ἐλπίδες, καὶ πολλὴ ἡ μεταβολὴ, ἀπαγορεύειν τὴν θεραπείαν; Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτήσασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνατὸν μεταῤῥυθμίσαι. γʹ. Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον· οὔτε γὰρ τὸ μέλος ἀνίατα νοσοῦν ἐκκόπτεται. Μέλος δὲ καὶ αὕτη σόν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπειδὰν ὑπὸ τῆς ἀῤῥωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι· ἐπὶ δὲ τῆς γυναικὸς, κἂν ἀνίατα μένῃ νοσοῦσα, πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται διδάσκουσι, παιδαγωγοῦσι. Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ 51.229 Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐτῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατήσαμεν. Μέλος γὰρ ἡμῶν ἀναγκαῖον ἡ γυνή· καὶ διὰ τοῦτο αὐτὴν μάλιστα δεῖ φιλεῖν. Ὅπερ οὖν καὶ αὐτὸ τοῦτο διδάσκων πάλιν ὁ Παῦλος ἔλεγεν· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Καθάπερ γὰρ ἡ Εὔα, φησὶν, ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ γέγονεν, οὕτω καὶ ἡμεῖς ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ὅτι μὲν ἡ Εὔα ἐκ τῆς πλευρᾶς αὐτοῦ τοῦ Ἀδὰμ γέγονεν, ἅπαντες ἴσμεν, καὶ σαφῶς ἡ Γραφὴ τοῦτο εἴρηκεν, ὅτι ἐπέβαλεν ἔκστασιν ἐπ' αὐτὸν, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ᾠκοδόμησε τὴν γυναῖκα· ὅτι δὲ καὶ ἡ Ἐκκλησία ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ συνέστη, πόθεν ἔχοι τις ἂν ἀποδεῖξαι; Καὶ τοῦτο ἡ Γραφὴ δείκνυσιν. Ἐπειδὴ γὰρ ὁ Χριστὸς εἰς τὸν σταυρὸν ἀνηνέχθη, καὶ προσηλώθη, καὶ ἀπέθανε, Προσελθὼν εἷς τῶν στρατιωτῶν ἔνυξεν αὐτοῦ τὴν πλευρὰν, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ἐξ ἐκείνου τοῦ αἵματος καὶ τοῦ ὕδατος ἡ Ἐκκλησία ἅπασα συνέστηκε. Καὶ μαρτυρεῖ αὐτὸς λέγων, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ αἷμα, πνεῦμα λέγει. Καὶ γεννώμεθα μὲν διὰ τοῦ ὕδατος τοῦ βαπτίσματος, τρεφόμεθα δὲ διὰ τοῦ αἵματος. Ὁρᾷς πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ἀπὸ τοῦ αἵματος ἐκείνου καὶ τοῦ ὕδατος τικτόμενοι καὶ τρεφόμενοι; Καὶ καθάπερ, τοῦ Ἀδὰμ καθεύδοντος, ἡ γυνὴ κατεσκευάζετο, οὕτω, τοῦ Χριστοῦ ἀποθανόντος, ἡ Ἐκκλησία διεπλάττετο ἐκ τῆς πλευρᾶς αὐτοῦ. Οὐ διὰ τοῦτο δὲ μόνον χρὴ φιλεῖν τὴν γυναῖκα, ὅτι μέλος ἡμῶν ἐστι, καὶ ἐξ ἡμῶν ἔσχε τὴν τῆς δημιουργίας ἀρχήν· ἀλλ' ὅτι καὶ νόμον ὑπὲρ αὐτοῦ τούτου τέθεικεν ὁ Θεὸς, οὕτω λέγων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ∆ιὰ γὰρ τοῦτο καὶ τοῦτον ἡμῖν ὁ Παῦλος ἀνέγνω τὸν νόμον, ἵνα πανταχόθεν ἡμᾶς πρὸς τὸν ἔρωτα συνελάσῃ τοῦτον. Καὶ σκόπει σοφίαν ἀποστολικήν· οὔτε γὰρ ἀπὸ τῶν θείων νόμων, οὔτε ἀπὸ τῶν ἀνθρωπίνων μόνον, εἰς τὴν ἀγάπην ἡμᾶς ἐνάγει τῶν γυναικῶν, ἀλλὰ καὶ ἀπὸ τούτων καὶ ἀπ' ἐκείνων ἐναλλάξας ἀμφότερα ταῦτα τίθησιν· ἵνα ὁ μὲν