1

 2

 3

 4

 5

 6

4

πρὸς τὸν διδάσκαλον καὶ μαθεῖν ἐζήτει, τοῦτο διὰ τῆς πείρας αὐτῆς ἔγνωμεν ἅπαντες, μᾶλλον δὲ καὶ τούτου πλέον. Οὐ γὰρ δὴ μόνον οὗτος εἰς τὸν οὐρανὸν ἀνέβη, ἀλλὰ καὶ δῆμον εἰσάγει τοσοῦτον, μετὰ τοῦ πλούτου καὶ ἕτερα τοῦ πλούτου οὐχ ἥττονα κωλύματα ἔχων, νεότητα καὶ ὀρφανίαν ἄωρον αἳ πᾶσάν εἰσιν ἀνθρώπων μᾶλλον ἱκαναὶ γοητεῦσαι ψυχήν· τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα. Ἀλλὰ τούτων οὗτος ἐκράτησε καὶ τῶν οὐρανῶν ἐπελάβετο καὶ πρὸς τὴν ἐκεῖ φιλοσοφίαν μετέθηκεν ἑαυτὸν καὶ οὔτε τὴν λαμπρότητα τοῦ παρόντος ἐνενόησε βίου, οὔτε εἰς τὴν τῶν προγόνων περιφάνειαν εἶδε· μᾶλλον δὲ εἰς τὴν τῶν προγόνων εἶδε περιφάνειαν, οὐ τῶν κατὰ φυσικὴν ἀνάγκην συνδεδεμένων αὐτῷ, ἀλλὰ τῶν κατὰ προαίρεσιν εὐσεβείας αὐτῷ προσηκόντων. ∆ιὸ καὶ τοιοῦτος ἐγένετο. Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγαν Μωϋσῆν ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ καὶ τραπέζης μετασχὼν συβαριτικῆς καὶ μεταξὺ θορύβων ἀποληφθεὶς αἰγυπτιακῶν ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει, πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ηὐτομόλησε καὶ τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός. Τοιγάρτοι διὰ τοῦτο μετὰ λαμπροτέρου πάλιν ἐπανῄει τοῦ σχήματος ἢ πρότερον ἔχων ἀπέβαλε· μετὰ γὰρ τὴν φυγὴν καὶ τὴν παρὰ τῷ κηδεστῇ θητείαν καὶ τὴν ἐπὶ τῆς ἀλλοτρίας ταλαιπωρίαν, ἐπανῄει τοῦ βασιλέως ἡγούμενος, μᾶλλον δὲ τοῦ βασιλέως γενόμενος θεός. Τέθεικα γάρ σε, φησί, θεὸν τῷ Φαραώ. Καὶ λαμπρότερος ἦν τοῦ βασιλέως, οὐ διάδημα ἔχων, οὐδὲ ἁλουργίδα περικείμενος, οὐδὲ ζεῦγος ἐλαύνων χρυσοῦν, ἀλλὰ πάντα ἐκεῖνον πατήσας τὸν τῦφον. Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ἐπανῄει τοίνυν σκῆπτρον ἔχων, διὸ οὐκ ἀνθρώποις ἐκέλευε μόνον, ἀλλ' οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ καὶ ἀέρων καὶ ὑδάτων φύσει καὶ λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς· πάντα γὰρ ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα, καὶ ἐν ταῖς ἐκείνου χερσὶ μετεσχηματίζετο πάλιν ἡ κτίσις καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ δεσπότῃ. Πρὸς ὃν οὗτος ἰδών, τοιοῦτος ἐγίνετο καὶ νέος ὤν, εἰ δή ποτε ἐγένετο νέοςοὐ γὰρ ἔγωγε πείθομαι, οὕτως ἐξ αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπελάβετο καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε, καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολὴν καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν· ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν. Καὶ τὴν μὲν ψυχὴν ἐθεράπευεν οὕτω· τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων καὶ μέχρι τοσούτου τείνων ὀπίσω ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς· οὔτε γὰρ κατέτεινε τὸ σῶμα, ὥστε μὴ συμποδισθέντα τὸν ἵππον ἄχρηστον αὐτῷ γενέσθαι πρὸς τὴν διακονίαν, οὔτε εἰς τὴν ἄγαν εὐεξίαν ἐμπεσεῖν ἠφίει, μή τοί γε πολυσαρκήσαντα πάλιν κατεξαναστῆναι τοῦ ἡνιοχοῦντος αὐτὸν λογισμοῦ, ἀλλ' ὁμοῦ καὶ τῆς ὑγιείας αὐτοῦ καὶ τῆς εὐταξίας ἐπεμελεῖτο. Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν. Ἡ μὲν γὰρ νεότης, ἀγαπητέ, πελάγει προσέοικε μαινομένῳ, κυμάτων ἀγρίων