γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς. Ὁ οὖν ἄπειρος παρακαλούμενος τῇ χάριτι, νομίζει ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε, καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία· τότε οὖν πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν· ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως, ὃν τρόπον ὁ ὀφθαλμὸς ἐν τῷ σώματι πέπρακται· καὶ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν· καὶ ὁ ἀδιάκριτος, ὡς ἤδη καταλαβὼν, οἴεταί τι περὶ αὑτοῦ καὶ τυφοῦται ὡς ἐλευθερωθείς. Οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα· καθὼς γὰρ εἶπον, ἔγκρυμμα ποιεῖ ὁ Σατανᾶς, εἰς καιροὺς μὴ ἐνεργῶν, ἵνα ποιήσῃ νομίσαι τὸν ἄνθρωπον, ὅτι Εἰμὶ καθαρὸς καὶ τέλειος· μὴ ὁ φυτεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν, ἢ γεωργεῖ οἶνον, καὶ ὁ σπείρων τὸ σπέρμα ἐν τῇ γῇ, ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς, καὶ τὸ γεννώμενον παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν, ἢ στρατευόμενος τίρων ἤδη ἐγένετο ἀξιωματικός; χρὴ γὰρ αὐτὸν πρῶτον κοπιάσαι, καὶ εἰσελθόντα πόλεμον λαβεῖν τὰ νικητήρια καὶ στεφανωθῆναι.
ΙΒʹ. Καλὸν οὖν ἐστιν ἡ ἀκτημοσύνη καὶ ἡ ψαλμωδία, καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία, καὶ τὸ λαβεῖν χάριν Θεοῦ· ὁ δὲ ἀκμὴν οὔπω ἤρξατο ὡς δεῖ σκάπτειν καὶ τιθέναι θεμέλιον. Καὶ ἐν τοιούτοις ὁ νοῦς δεῖ ἀνεπίληπτος εἶναι μέτοχος χάριτος· λοιπὸν οἴεται περὶ αὑτοῦ, καὶ ἔχει τιμίαν τὴν ψυχήν. Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν, ἀπὸ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν, εἰς ποῖα πάθη καὶ σταύρωσιν ἦλθε. ∆ιὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην ὑπερυψώθη ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς· καὶ ὁ ὄφις ἐξ ἀρχῆς ὑπέσπειρε τῷ Ἀδὰμ ὕψωμα, ὅτι Ὡς Θεὸς γίνῃ· διὰ ταύτης τῆς ὑψηλοφροσύνης εἶδες οὖν εἰς ὁποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ. Ἐπιζητῶ δὴ ἄνθρωπον πτωχὸν τῷ πνεύματι, καὶ οὐχ εὑρίσκω· ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς, καὶ ᾖ ἐπιδεόμενος, καὶ πτωχὸς καὶ παρὰ πάντων ζητῇ. Οὕτως εἰσὶ Χριστιανοὶ ἔχοντες χάριν, πλούσιοι εἰς Θεὸν, πτωχοί εἰσι τῷ πνεύματι, ὡς μηδὲν ἔχοντες· εἰσὶ πρὸς λόγον ἑκατὸν λίτραι χρυσίου ἃς ὀφείλει κτήσασθαι· ὁ λαβὼν πέντε λίτρας ἐκορέσθη. Εἰσὶ δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάριτος, καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν, καυχώμενοι. Καὶ εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας, 34.833 καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκια· τοῦτο δὲ αὐτοῖς συμβαίνει, ἢ κατ' ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν. Ἢ κατὰ κενοδοξίαν, αἰσχυνόμενοι εἰπεῖν ὅτι ἐνεργεῖ τὸ κακόν· ἤδη γὰρ κηρύττουσιν εἶναι ἑαυτοὺς τελείους. Τὸ δὲ δίκαιον δεῖ ποιεῖν καὶ λέγειν τὸν ἄνθρωπον· καὶ τὰ τῆς χάριτος ὁμολογεῖν, καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας. Ψεύδεται γὰρ ὁ τοιοῦτος καθαρὰν λέγων ἔχειν τὴν καρδίαν· οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα, ὡς ἄμα τὴν χάριν ἐπιδημῆσαι ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον· παραδέδονται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ ποίδευσιν, ὃν τρόπον καὶ ὁ Ἰὼβ τῷ πειρασμῷ. Συνεργεῖ γὰρ τὸ κακὸν τῷ ἀγαθῷ, προαιρέσει οὐ καλῇ· τὸν δὲ Χριστιανὸν δεῖ πέντε οὐγκίας τῆς ἁμαρτίας ἔχοντα, λέγειν, ὅτι Εἴκοσιν ἔχω, καὶ πεπληρωμένος εἰμὶ τοῦ κακοῦ. Καὶ ἔχοντα πρὸς λόγον οὐγκίας εἴκοσι τοῦ ἀγαθοῦ, λέγειν, ὅτι Ἡμιούγκιον ἔχω. Εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν, τὸ δίκαιον γοῦν εἰπάτω. Ὁμολογησάτω μὲν καὶ τὴν ἐνέγρειαν τῆς χάριτος· ὁμολογησάτω δὲ καὶ τὴν ἁμαρτίαν ἐν μέρει. Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς, ὅτι ἔχει βάθος, ὑποδείγμασι χρώμεθα διαγράφοντας αὐτῆς τὰ μέλη. Ὥσπερ ἵνα ᾖ ἥλιος, καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί· ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν, καὶ ἔχῃ κλάδους· ἢ ἵνα ᾖ πόλις μεγάλη, καὶ ἔχῃ γείτονας πολλάς· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία, ἡ ἀθάνατος ψυχὴ, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα Θεοῦ. Λοιπὸν ἐλθοῦσα ἡ χάρις, εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει· ἢ ἀπὸ ὅλου τοῦ