1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

5

προσκαλούμενον τοὺς δικαίους καὶ λέγοντα· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. 1.10.1 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν. ∆ιπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν. 1.10.2 Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος ἐπαινεῖται, ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδρα ποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους. 1.10.3 Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπό λαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος· καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες πρόδηλοι. 1.10.4 Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλ λήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν. 1.11.1 Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον τῆς ἀναπαύσεως· ὁ δὲ πλούσιος ἀποθανών, φησίν, ἐτάφη. Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν. 1.11.2 Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν, καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμωτήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν. 1.11.3 Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων· 1.11.4 « Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ», ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον ὀλίγον νενοτισμένον