1

 2

 3

 4

 5

 6

 7

5

καὶ κατασβέννυσθαι, μηδεμιᾶς γινομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. Μὴ τοίνυν εἰς συνηγορίαν τοῦ οἰκείου πάθους τὸ τοῦ Κυρίου προβαλλέσθωσαν δάκρυον οἱ φιλόλυ ποι. Ὡς γὰρ ἡ βρῶσις, ἣν ὁ Κύριος ἔφαγεν, οὐκ ἔστιν ἡδυπαθείας ἡμῖν ἀφορμὴ, τὸ ἐναντίον μὲν οὖν, ἐγκρατείας καὶ αὐταρκείας ὅρος ὁ ἀνωτάτω· οὕτω καὶ τὸ δάκρυον οὐκ ἔστι νομοθεσία πρὸς τὸ θρηνεῖν, ἀλλὰ μέτρον εὐσχημονέστατον ἐκτεθὲν, καὶ κανὼν ἀκριβὴς, καθ' ὃν προσῆκε σεμνῶς καὶ εὐσχημόνως τοῖς τῆς φύσεως ὅροις ἐμμένοντας διαφέρειν τὰ λυπηρά. Οὔτε οὖν γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ φιλοπενθὲς καὶ πολύδακρυ, ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχώμενον μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεόμενον, μηδ' ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομέ νων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ οὐράνια. ∆εῖ γὰρ τὸν κεκαθαρμένον τῷ θείῳ διδασκαλίῳ, οἷον ὀχυρῷ τινι τειχίῳ τῷ ὀρθῷ λόγῳ πεφράχθαι, καὶ ἀν δρείως καὶ καρτερῶς τὰς τῶν τοιούτων παθῶν προσ βολὰς ἀπαμύνασθαι· καὶ μὴ καθάπερ εἴς τι χω 31.232 ρίον ὑποκαθήμενον, τῷ ταπεινῷ καὶ ὑπείκοντι τῆς ψυχῆς, τὸν τῶν παθῶν ὄχλον ἐπιῤῥέοντα δέχεσθαι. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Ὥσπερ γὰρ οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Μὴ γὰρ ἀδαμάντινος ἦν ὁ Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος.

Οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐ-χαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλ' ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Σὺ δὲ ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις παραθρηνεῖς, καὶ μέλεσι γοεροῖς ἐκτήκειν σεαυτοῦ τὴν ψυχὴν ἐπιτηδεύεις· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ μεθ' ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴει προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασῶζον. Κατάλιπε ταῦτα ποιεῖν τοῖς μὴ ἔχουσιν ἐλπίδα. Σὺ δὲ ἐδιδάχθης περὶ τῶν ἐν Χριστῷ κοιμηθέντων, ὅτι Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται 31.233 σῶμα πνευματικόν. Τί οὖν κλαίεις τὸν ἐξελθόντα μεταμφιάσασθαι; Μήτε σεαυτὸν θρήνει ὡς βοηθοῦ τινος πρὸς τὸν βίον στερούμενος· Ἀγαθὸν γὰρ, φησὶν, ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον. Μήτε ἐκεῖνον ὀδύρου, ὡς δεινὰ πεπονθότα. Μικρὸν γὰρ ὕστερον. ἡ ἐξ οὐρανῶν σάλπιγξ αὐτὸν διυπνίσει, καὶ ὄψει αὐτὸν παριστάμενον τῷ βήματι τοῦ Χριστοῦ. Ἄφες οὖν ταύτας τὰς ταπεινὰς καὶ ἀπαιδεύτους φωνάς. Οἴ μοι τῶν ἀπροσδοκήτων κακῶν· καὶ τό· Τίς δ' ἂν ταῦτα ᾠήθη γενέσθαι; καὶ, Πότε δ' ἂν προσεδόκησα γῇ κατακρύψειν τὴν φιλτάτην ἐμοὶ κεφαλήν;

Ταῦτα γὰρ κἂν ἑτέρου λέγοντος ἀκούωμεν, ἐρυθριᾷν ἡμᾶς προσῆκε τοὺς ἔκ τε τῆς μνήμης τῶν παρελθόντων καὶ ἐκ τῆς τῶν παρόντων πείρας τὰ ἀναγκαῖα τῆς