1

 2

 3

 4

 5

5

μαθεῖν παρ' ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἣ ἐξ ἀκοῆς πίστεως; Ἐτρέχετε καλῶς.» Βλέπετε πόσα πλεονεκτήματα. Ἄκουε τὰ ἁμαρτήματα. «Νῦν σαρκὶ ἐπιτελεῖσθε, ἐξεπέσατε ἀπὸ Χριστοῦ.» Εἶδες αὐτοὺς ἔχοντας τὸ Πνεῦμα· ἤκουσας, ὅτι «Κατηργήθητε 31.1488 ἀπὸ Χριστοῦ·» ὁμοίως καὶ, «Τῆς χάριτος ἐξεπέσατε.» Τί μετὰ ταῦτα ἐπιφέρει, διδοὺς τόπον ἐγκαινισμοῦ; «Τεκνία μου, οὓς πάλιν ὠδίνω.» Ἅπαξ ἦν γεννήσας· ἀλλ' οὐχ ὁ ἅπαξ γεννήσας παραιτεῖται καὶ ἐκ δευτέρου γεννῆσαι εἰς σωτηρίαν. Εἰ τὰ ἄλλα πάντα τις κακουργήσει, τοῦτο αὐτὸ ἄθεον. Ἄνθρωποι δὲ, λαβόντες τὸ Πνεῦμα, καλῶς τρέχοντες, τοσαῦτα ὑπομείναντες, κινδυνεύσαντες, εἰκῆ ὑπομεμενηκότες, ἐκπεσόντες καὶ καταργηθέντες, πάλιν ἀναγεννῶνται, ἵνα πάλιν μορφὴν Θεοῦ ἀναδέξωνται. Μὴ πάλιν ὑπολείπεταί σοι ἀντιλογία περὶ μετανοίας; Τίς ἡμᾶς ἔπλασε; Θεός. Ἐποίησεν ἡμῖν σῶμα, ἐποίησεν ἡμῖν ψυχήν. Περιορᾷ; Τίς δέδωκεν ἡμῖν φάρμακον ζωῆς; ∆ιὰ τί ἀναγνώσματα; Ἵνα ἀποστῶμεν ἁμαρτημάτων. ∆ιὰ τί ἀρδευόμεθα; Ἵνα καρποφορήσωμεν. Τί εὐχόμεθα; Ἵνα ἀφεθῶσιν ἡμῶν αἱ ἁμαρτίαι. Πληρώσωμεν τὸν λόγον. Τίσιν οὐκ ἔστι μετάνοια; Ὁ δ' ἐλπίδι τῆς μετανοίας κακουργῶν κακουργίας ἔχει τὸν τρόπον, καὶ ἀπεστέρηται μετανοίας. Ἔστιν ἐλπὶς καὶ μετὰ τὴν ἁμαρτίαν, ἔστιν ἴασις καὶ μετὰ τὸ ἕλκος, ἀλλὰ μένει ἡ οὐλή. Μακάριον τὸ μηδὲ διστάσαι· δεύτερος μακαρισμὸς ἡ μετὰ τὴν πληγὴν ἴασις. Θεῷ δὲ τῷ πλάστῃ ἐξ ἀρχῆς, καὶ συνερχομένῳ τῇ ἀσθενείᾳ, καὶ φυλάττοντι τὴν προαίρεσιν, καὶ χαριζομένῳ μετάνοιαν, διὰ τοῦ ἄγοντος ἡμῖν τὰ ἀγαθὰ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.