1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρίσκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους· ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρετῆς ἔργων ἐκστήσεται, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ὁ τοίνυν νοῶν λόγους φρονήσεως οἶδε μὲν τίνες σοφισματώδεις καὶ ἀπατηλοὶ, τίνες δὲ οἱ περὶ τῶν κατὰ τὸν βίον πρακτέων τὰ βέλτιστα ἡμῖν ὑποτιθέμενοι· καὶ ὡς δόκιμος τραπεζίτης, τὸ μὲν δόκιμον καθέξει, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀφέξεται. Αὕτη ἡ φρόνησις χαρίζεται τῷ οἰκοδομοῦντι τὴν ἑαυτοῦ οἰκίαν, τὸν θεμέλιον αὐτοῦ τιθέναι ἐπὶ τὴν πέτραν, τουτέστι, τῇ πίστει τῇ εἰς Χριστὸν ἐπερείδεσθαι, ὥστε ἄσειστον διαμένειν ἐν βροχαῖς καὶ ἀνέμοις καὶ ποταμῶν προσβολαῖς. Τὸ γὰρ ἐν πειρασμοῖς ἀσάλευτον, τοῖς τε ἀνθρωπίνοις καὶ τοῖς ἄνωθεν ἡμῖν ἐπαγομένοις, διὰ τῶν τοιούτων τῆς παραβολῆς λόγων ὁ Κύριος ἡμῖν ἐνεδείξατο. ∆ιδάσκει δὲ καὶ μὴ καταμελεῖν τῶν ἀναγκαίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀναμένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι, διὰ τὸ ἔχειν ἐν ταῖς λαμπάσι τὸ ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ διὰ τὸ ἀνέτοιμον ἑαυτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἀπηλλοτριώθησαν. Μετὰ τοῦτο, ἴδωμεν τί ἐστι δέξασθαι στροφὰς λόγων. Ὁ μὲν ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων πάντοτε περὶ τῶν αὐτῶν· ὁ δὲ ποικίλος καὶ ἔντεχνος πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Πρὸς οὖν τὸ δύνασθαι ἡμᾶς ἰσχυρῶς ἀντέχειν τῇ ἀπὸ τῶν τεχνικῶν λόγων προσβολῇ μέγα ὄφελος αἱ Παροιμίαι χαρίζονται. ∆ιότι ὁ προσέχων αὐταῖς, καὶ τὰς ἀπ' αὐτῶν παραινέσεις μὴ ἀργῶς προσιέμενος, οἱονεὶ καθωπλισμένος τῇ ἐμπειρίᾳ, δέχεται ἀβλαβῶς τὰς στροφὰς τῶν λόγων, μήτε περιτρεπό31.401 μενος ὑπ' αὐτῶν, μήτε ἐξανιστάμενός που τῆς ἀληθείας. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δὲ οἱ λόγοι περὶ αὐτῶν ἀναπείθωσι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλος μὲν φαινόμενος, ἄλλος δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύντες, καὶ ἑτέραν τρεπόμενοι. Ἢ στροφαί τινές εἰσι λόγων αἱ ἐκ τῆς ψευδωνύμου γνώσεως ἀντιθέσεις.

Οὐ καταδεχόμενοι γὰρ τὸ ἁπλοῦν τῆς πνευματικῆς διδασκαλίας, οἱ ἐκ τῆς διαλεκτικῆς πρὸς τὰς ἀντιλογίας ἠκονημένοι, περιτρέπουσι πολλάκις τὴν ἰσχὺν τῆς ἀληθείας τῇ πιθανολογίᾳ τῶν σοφισμάτων. ∆έχεται οὖν ταύτας τὰς στροφὰς τῶν λόγων ὁ ταῖς Παροιμίαις ὠχυρωμένος. Κἂν εὕρῃ ποτὲ προβλήματα, ἰσοπαλεῖς τὰς ἐφ' ἑκάτερον ἐπιχειρήσεις ἔχοντα, ἐν οἷς δυσδιάκριτος τοῦ πιθανωτέρου ἡ εὕρεσις· ὅμως διὰ τὸ ἐγγε- γυμνάσθαι ταῖς Παροιμίαις, οὐ συγχυθήσεται τὸν νοῦν, κἂν ὅτι μάλιστα δοκῶσιν οἱ προσδιαλεγόμενοι ἐξίσου τὰς ἐκ τῶν ἐπιχειρημάτων πληγὰς ἀλλήλοις ἀντεπιφέρειν. Χαρίζεται ἡ Παροιμία καὶ τὸ νοῆσαι δικαιοσύνην ἀληθῆ. Ἐπεὶ οὖν ἐστι δικαιοσύνη ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν· δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρόνησιν ἐλλειπὲς, οὐκ ἐξευρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἴσον, τῶν δὲ, διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον, ὅταν πενήτων μὲν καταφρονῶσι, δυνάστας δὲ ἀδικοῦντας μὴ διελέγχωσι, δώσειν ὑπισχνεῖται τοῖς ἑαυτῆς μαθηταῖς ἡ βίβλος τῶν Παροιμιῶν τῆς ἀληθοῦς δικαιοσύνης τὴν γνῶσιν. Καὶ ἐπειδὴ πολλοὶ, τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι, ἔργῳ μὲν τὴν ἀδικίαν καὶ τὸ πλεονεκτικὸν ὡς ὠφέλιμον προτιμῶσι, σχήματι δὲ καὶ λόγῳ τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν· οὐδὲ τούτους ἀγνοήσει ὁ τὰς Παροιμίας πεπαιδευμένος, ἀλλὰ γνώσεται τίς ἡ κίβδηλος καὶ