1

 2

 3

 4

 5

 6

5

οἰκητόρων ἡ πόλις, ὥσπερ τινὸς ῥεύματος, τοῦ πλήθους ἀθρόως ἐπὶ τὸν τόπον τοῦτον μεταῤῥυέντος. Οὐ γυνὴ κατεδέξατο τῆς θέας ἀπολειφθῆναι, οὐκ ἀνὴρ ἀφανὴς ἢ ἐπίση μος.

Ἐξέλειπον τὰς φυλακὰς τῶν οἴκων οἱ φύλακες· ἄκλειστα μὲν ἦν τῶν ἐμπόρων τὰ ἐργαστήρια· διέῤ ῥιπτο δὲ κατὰ τὴν ἀγορὰν τὰ ὤνια· μία δὲ πάντων φυλακὴ καὶ ἀσφάλεια, τὸ πάντας ὁμοίως ὑπεξελθεῖν, καὶ μηδὲ κακοῦργον ἐναπομεῖναι τῇ πόλει. Κατέλει πον δοῦλοι δεσποτῶν θεραπείας· καὶ ὅσον ξένον τοῦ δήμου, καὶ ὅσον ἐγχώριον, ὧδε παρῆν πρὸς τὸν ἄνδρα. Τότε καὶ παρθένος ὄψεως ἀῤῥένων κατατολ μήσασα, καὶ πρεσβύτης καὶ ἄῤῥωστος τὴν ἀσθένειαν βιασάμενοι, ἔξω τοῦ τείχους ἦσαν. Ἤδη δὲ ὁρμῶντα πρὸς τὴν διὰ τοῦ θανάτου ζωὴν τὸν μακάριον περι στάντες οἱ ἐπιτήδειοι, περιεπτύσσοντο, ποτνιώμενοι καὶ τὰ τελευταῖα κατασπαζόμενοι· καὶ θερμὸν ἐπ' αὐτῷ δάκρυον ἀφιέντες, ἱκέτευον μὴ παραδοῦναι ἑαυτὸν τῷ πυρὶ, μὴ παραναλῶσαι ἑαυτοῦ τὴν νεό τητα, μὴ καταλιπεῖν τὸν γλυκὺν τοῦτον ἥλιον. Ἄλλοι δὲ συμβουλαῖς πιθαναῖς ἐπειρῶντο παραλογίζεσθαι· Ῥήματι μόνῳ εἰπὲ τὴν ἄρνησιν, ψυχῇ δὲ ἔχε τὴν πίστιν ὡς ἂν ἐθέλῃς. Πάντως οὐχὶ τῇ γλώσσῃ προσ 31.504 έχει Θεὸς, ἀλλὰ τῇ διανοίᾳ τοῦ φθεγγομένου. Οὕτω γὰρ ὑπάρξει σοι καὶ τὸν κριτὴν ἐκμειλίξασθαι, καὶ τὸν Θεὸν ἐξιλεώσασθαι. Ὁ δὲ ἄκαμπτος ἦν, καὶ ἀδάμαστος, καὶ πάσῃ προσβολῇ πειρατηρίων ἄτρωτος. Εἰκάσαις ἂν αὐτοῦ τῆς διανοίας τὸ ἄσειστον τῇ οἰκίᾳ τοῦ φρονίμου, ἣν οὔτε ἀνέμων ἀφόρητοι βίαι, οὔτε λάβρον ὕδωρ ἐκ νεφῶν καταῤῥηγνύμενον, οὔτε χαράδραι περιῤῥη γνύμεναι, διὰ τὴν ἐκ τῆς πέτρας ἀσφάλειαν, διασα λεῦσαι δύνανται. Τοιοῦτος ἦν ὁ ἀνὴρ, ἀσάλευτον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διασώζων. Βλέπων τοῖς πνευματικοῖς ὀφθαλμοῖς περιτρέχοντα τὸν διάβολον, καὶ τὸν μὲν κινοῦντα πρὸς δάκρυον, τῷ δὲ συνεργοῦντα πρὸς πιθανότητα· τοῖς μὲν κλαίουσιν εἶπε τὸ τοῦ Κυρίου ῥῆμα· Μὴ κλαίετε ἐπ' ἐμοί· ἀλλὰ κλαύσατε ἐπὶ τοὺς θεομάχους, τοὺς τὰ τοιαῦτα τολμῶντας κατὰ τῶν εὐσεβούντων, τοὺς διὰ τῆς φλογὸς ταύτης, ἣν καθ' ἡμῶν καίουσιν, ἑαυτοῖς τῆς γεέννης τὸ πῦρ θησαυρίζοντας. Παύ σασθε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρ δίαν. Ἐγὼ γὰρ οὐ μόνον ἅπαξ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ, ἀλλὰ καὶ μυριάκις, ἐὰν οἷόν τε ᾖ. Τοῖς δὲ τὴν διὰ τῆς γλώσσης ἄρνησιν συμβουλεύουσι τοσοῦτον ἀπεκρί νατο, ὅτι οὐκ ἀνέχεται ἡ γλῶσσα κτισθεῖσα παρὰ Χριστοῦ φθέγξασθαί τι κατὰ τοῦ κτίσαντος. Καρδία γὰρ πιστεύομεν εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο γοῦμεν εἰς σωτηρίαν. Μὴ γὰρ ἀπεγνωσμένον ἐστὶ πρὸς σωτηρίαν τὸ στρατιωτικὸν τάγμα; μὴ γὰρ οὐ δεὶς ἑκατόνταρχος εὐσεβής; Μέμνημαι τοῦ πρώ του ἑκατοντάρχου, ὃς, παρεστὼς τῷ σταυρῷ τοῦ Χριστοῦ, ἐκ τῶν θαυμάτων τὴν δύναμιν ἐπι γνοὺς, ἔτι θερμοῦ τοῦ τολμήματος ὄντος τῶν Ἰου δαίων, οὐκ ἐφοβήθη τὸν θυμὸν αὐτῶν, οὐδὲ μὴν ὑπεστάλη ἀναγγεῖλαι τὴν ἀλήθειαν, ἀλλ' ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο, ὅτι ἀληθῶς Θεοῦ Υἱὸς ἦν. Οἶδα καὶ ἄλλον ἑκατόνταρχον, ἐν σαρκὶ ἔτι τὸν Κύριον ἐπιγνόντα, ὅτι Θεός ἐστι καὶ βασιλεὺς τῶν δυνάμεων, καὶ προστάγματι μόνῳ διὰ τῶν λειτουργικῶν πνευ μάτων ἱκανὸς ἐξαποστέλλειν τὰς βοηθείας τοῖς δεομένοις· οὗ καὶ τὴν πίστιν ὁ Κύριος μείζονα εἶναι παντὸς τοῦ Ἰσραὴλ ἀπεφήνατο. Κορνήλιος δὲ οὐχ, ἑκατόνταρχος ὢν, τῆς ὀπτασίας ἠξιώθη τῆς τοῦ ἀγ γέλου, καὶ τὸ τελευταῖον διὰ τοῦ Πέτρου τῆς σωτη ρίας ἔτυχεν; Αἱ γὰρ ἐλεημοσύναι αὐτοῦ καὶ αἱ δεή σεις εἰσηκούσθησαν παρὰ τῷ Θεῷ. Ἐκείνων εἶναι βούλομαι μαθητής.

Πῶς οὖν ἀρνήσομαι τὸν Θεόν 31.505 μου, ὃν ἐκ παιδὸς προσεκύνησα; Οὐχὶ δὲ φρίξει ὁ οὐρανὸς ἄνωθεν; οὐ συσκοτάσει δὲ ἐπ' ἐμοὶ τὰ ἄστρα, ἡ γῆ δέ με ὑποστήσεται ὅλως; Μὴ πλανᾶ σθε· Θεὸς οὐ μυκτηρίζεται. Ἐκ τοῦ στόματος ἡμᾶς τοῦ ἡμετέρου κρίνει, ἐκ τῶν λόγων δικαιοῖ, καὶ ἐκ τῶν λόγων καταδικάζει. Οὐκ