1

 2

 3

 4

 5

 6

5

μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν. Εἶτα πόῤῥω προϊόντος τοῦ πότου, ἅμιλλαι περὶ τοῦ πλείονος, φι λονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην· καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς ὁ διάβολος, καὶ ἆθλον τῆς νίκης ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐκχεόμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικητήρια. Ὄντως Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Φιλονεικοῦσι μὲν γὰρ ἀλλήλοις, ἀμύνονται δὲ ἑαυτούς. Ποῖος λόγος ἐφικέ σθαι τῆς αἰσχρότητος τῶν γινομένων δύναται; Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικῶντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίησι. Τὸ ἄθλιον σῶμα, τοῦ φυσικοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχόθεν, τὴν ἐκ τῆς ἀμε τρίας βίαν μὴ ὑπομένον. Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς ἀνὴρ ἀκμάζων καθ' ἡλικίαν, σφριγῶν τῷ σώματι, στρα τιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἵκαδε κο μιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἀπιέναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ' ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη, λογισμῶν ὄλεθρος, ἰσχύος διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι· χεῖρες παραλέλυνται, οἱ πόδες ἀπενεκρώθησαν.

Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ τὸ τῆς μανίας ἡμῖν φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παρά 31.460 ταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέμου· ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρόπον, ὡς ἀπὸ κρήνης αὐτοσχεδίου, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρουνοὺς ἀφιείσης. Προϊόντος γὰρ ἤδη τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, γενναῖος τοὺς ὤμους, οὔπω μεθύων, φιάλην φέρων εὐμεγέθη οἴνου κατεψυγμένου· ὃς, τὸν οἰνοχόον αὐτῶν παρωσάμενος, καταστὰς εἰς τὸ μέσον, διὰ σκολιῶν σωλήνων ἴσην τοῖς συμπόταις διανέμει τὴν μέ-θην. Καινὸν τοῦτο τῆς ἀμετρίας τὸ μέτρον, ἵνα κατ' ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. ∆ιελόμενοι γὰρ τὰς ὑδροῤῥόας, καὶ τὴν πρὸς ἑαυτὸν ἕκαστος τετραμμένην ὑποδεξάμενοι, ὥσπερ ἀπό τινος δεξαμενῆς ἀπνευστὶ πίνουσιν ὡς οἱ βόες, τοσοῦτον ὑφέλκειν ἐπειγόμενοι τοῖς λαιμοῖς, ὅσον αὐτοῖς ἄνωθεν ὁ ψυκτὴρ διὰ τῶν ἀργυρέων ὀχετῶν ἐπαφίησι. Κατά-κυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα· κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος· ὅτι μιᾶς κοτύλης ἔχει κοιλότητα. Μὴ πρὸς τὴν οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. ∆ιὰ τοῦτο, Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ· ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν εἰς τὸ τὰ ἔργα Κυρίου ἐμβλέπειν. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει· τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τι σμῆνος μελισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται, ἀποβαλὸν τὸν ἡνίοχον; Ποῖον δὲ πλοῖον ἀκυβέρνητον, ὑπὸ τῶν κυμάτων, ὡς ἂν τύχῃ, φερόμενον, οὐκ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος; Ἀπὸ τοιούτων κακῶν, ἄνδρες ὁμοῦ καὶ γυναῖκες,