1

 2

 3

 4

 5

 6

 7

 8

5

εὕρισκεν αὐτὸν καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμε λετήσαντα.

Καὶ οὐδὲ οὕτως αὐτὸν παρέδωκε τῷ θανάτῳ, ἕως αὐτὸς ἑαυτὸν ἐποίησεν ὑποβρύχριον, ἐν τῇ ὑπερηφανίᾳ τῆς καρδίας αὐτοῦ τῆς τῶν δικαίων πο ρείας κατατολμήσας, καὶ νομίσας ὥσπερ τῷ λαῷ τοῦ Θεοῦ, οὕτω καὶ αὐτῷ βάσιμον ἔσεσθαι τὴν Ἐρυθρὰν θάλασσαν. Ταῦτα δὴ οὖν εἰδὼς παρὰ Θεοῦ, καὶ διῃρη μένα ἔχων παρὰ σεαυτῷ τοῦ κακοῦ τὰ εἴδη, καὶ εἰδὼς τί μὲν τὸ ὄντως κακὸν, ὅτι ἡ ἁμαρτία, ἧς τὸ τέλος ἀπώλεια· τί δὲ τὸ δοκοῦν μὲν κακὸν διὰ τὸ τῆς αἰσθήσεως ἀλγεινὸν, ἀγαθοῦ δὲ δύναμιν ἔχον, ὡς αἱ κακώσεις αἱ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπαγόμεναι, ὧν οἱ καρποὶ σωτηρία ψυχῶν αἰώνιος· παῦσαι δυσαρεστούμενος ταῖς θείαις οἰκονομίαις· ὅλως δὲ μήτε Θεὸν αἴτιον ἡγοῦ τῆς ὑπάρξεως τοῦ κακοῦ, μήτε ἰδίαν ὑπόστασιν τοῦ κακοῦ εἶναι φαντάζου. Οὐ γάρ ἐστιν ὑφεστὼς, ὥσπερ τι ζῶον, ἡ πονηρία· οὔτε οὐ σίαν αὐτῆς ἐνυπόστατον παραστῆσαι ἔχομεν. Στέρη σις γὰρ ἀγαθοῦ ἐστι τὸ κακόν. Ὀφθαλμὸς ἐκτίσθη· τυφλότης δὲ τῇ ἀπωλείᾳ τῶν ὀφθαλμῶν ἐπεγένετο. Ὥστε, εἰ μὴ ἦν φθαρτῆς φύσεως ὁ ὀφθαλμὸς, οὐκ ἂν ἕσχεν ἡ τυφλότης παρείσδυσιν. Οὕτω καὶ τὸ κα κὸν οὐκ ἐν ἰδίᾳ ὑπάρξει ἐστὶν, ἀλλὰ τοῖς τῆς ψυχῆς πηρώμασιν ἐπιγίνεται. Οὔτε γὰρ ἀγέννητόν ἐστιν, ὡς ὁ τῶν ἀσεβῶν λόγος, ὁμότιμον ποιούν των τῇ ἀγαθῇ φύσει τὴν πονηρὰν, εἴπερ ἀμφό τερα ἄναρχα καὶ γενέσεώς ἐστιν ἀνώτερα· οὔτε μὴν γεννητόν.

Εἰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ, πῶς τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ; Οὐδὲ γὰρ τὸ αἰσχρὸν ἀπὸ τοῦ καλοῦ, οὔτε ἡ κακία ἀπὸ τῆς ἀρε τῆς. Ἀνάγνωθι τὴν κοσμοποιίαν, καὶ εὑρήσεις, ὅτι ἐκεῖ Πάντα καλὰ, καὶ καλὰ λίαν. Οὐ τοίνυν τὸ κακὸν τοῖς καλοῖς συνεκτίσθη. Ἀλλ' οὐδὲ ἡ νοητὴ κτίσις, γενομένη παρὰ τοῦ ∆ημιουργοῦ, ἀναμεμι γμένη τῇ πονηρίᾳ εἰς τὸ εἶναι παρήχθη. Εἰ γὰρ τὰ σωματικὰ οὐκ ἔσχεν ἐν ἑαυτοῖς τὸ κακὸν συγκτι 31.344 ζόμενον, πῶς ἂν τὰ νοητὰ, τοσοῦτον καθαρότητι καὶ ἁγιασμῷ διαφέροντα, κοινὴν ἂν ἔσχε πρὸς τὸ κακὸν τὴν ὑπόστασιν; Ἀλλὰ μὴν ἔστι τὸ κακὸν, καὶ ἡ ἐνέργεια δείκνυσι πολὺ κατὰ τοῦ βίου παντὸς κεχυ μένον. Πόθεν οὖν αὐτῷ τὸ εἶναι, εἰ μήτε ἄναρχόν ἐστι, φησὶ, μήτε πεποίηται; Ἀντερωτάσθωσαν οἱ τὰ τοιαῦτα ἐπιζητοῦντες· Πόθεν νόσοι; πόθεν αἱ πηρώσεις τοῦ σώματος; Οὔτε γὰρ ἀγέννητος ἡ νόσος, οὔτε μὴν δημιούργημα τοῦ Θεοῦ. Ἀλλ' ἐκτίσθη μὲν τὰ ζῶα μετὰ τῆς πρε πούσης αὐτοῖς κατασκευῆς κατὰ φύσιν, καὶ παρ ήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα. Ἐξίστα ται γὰρ τῆς ὑγιείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι' ἡσδηποτοῦν νοσοποιοῦ αἰτίας. Οὐκοῦν σῶμα μὲν ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν τοίνυν ἐποίη σεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ, παρατραπεῖσα τοῦ κατὰ φύσιν.

Τί δὲ ἦν αὐτῇ τὸ προηγούμενον ἀγαθόν; Ἡ προσεδρεία τοῦ Θεοῦ, καὶ ἡ διὰ τῆς ἀγάπης συνάφεια· ἧς ἐκπεσοῦσα, τοῖς ποικίλοις καὶ πολυτρόποις ἀῤῥωστήμασιν ἐκα κώθη. ∆ιὰ τί δὲ ὅλως δεκτικὴ τοῦ κακοῦ; ∆ιὰ τὴν αὐτεξούσιον ὁρμὴν, μάλιστα πρέπουσαν λογικῇ φύ σει. Λελυμένη γὰρ πάσης ἀνάγκης, καὶ αὐθαίρετον ζωὴν λαβοῦσα παρὰ τοῦ κτίσαντος, διὰ τὸ κατ' εἰ κόνα γεγενῆσθαι Θεοῦ, νοεῖ μὲν τὸ ἀγαθὸν, καὶ οἶδεν αὐτοῦ τὴν ἀπόλαυσιν, καὶ ἔχει ἐξουσίαν καὶ δύναμιν, ἐπιμένουσα τῇ τοῦ καλοῦ θεωρίᾳ καὶ τῇ ἀπολαύσει τῶν νοητῶν, διαφυλάσσειν αὑτῆς τὴν κατὰ φύσιν ζωήν· ἔχει δὲ ἐξουσίαν καὶ ἀπονεῦσαί ποτε τοῦ κα λοῦ. Τοῦτο δὲ συμβαίνει αὐτῇ, ὅταν, κόρον λαβοῦσα τῆς μακαρίας τέρψεως, καὶ οἷον νυσταγμῷ τινι βα ρυνθεῖσα καὶ ἀποῤῥυεῖσα τῶν ἄνωθεν, τῇ σαρκὶ διὰ τὰς αἰσχρὰς τῶν ἡδονῶν ἀπολαύσεις ἀναμιχθῇ. Ἦν ποτε ὁ Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέ σει, ὅτε, ἄρτι ψυχωθεὶς καὶ ἀναβλέψας πρὸς οὐρα νὸν, περιχαρὴς τοῖς ὁρωμένοις γενόμενος, ὑπερ αγαπῶν τὸν εὐεργέτην, ζωῆς μὲν αἰωνίου ἀπόλαυσιν χαρισάμενον, τρυφαῖς δὲ