1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἐμπίπλασθαι, καθ άπερ τι θηρίον ἀνήμερον, ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συνεπισπασθεὶς, κείσεται στέ νων ἀνόνητα. Καὶ πρὸς τὸν ∆εσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδοθείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνή σει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ' ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη καιρόν· οὐδὲν δὲ ἐκ τῶν δα κρύων ἔτι κερδαίνων.

Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολο γήσεταί σοι; φησὶν ὁ ∆αβίδ. Φύγωμεν οὖν ὅπως ἔνι τάχους, μὴ ἑαυτοὺς ἑκόντες συμπνίξωμεν. Εἰ δ' ἄρα τις καὶ πάλαι δε λεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ' ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν, ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον, ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τε λείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε, καὶ μιμησάσθω τοὺς τῆς θαλάττης ἐργάτας. Ἐκεῖ νοι γὰρ, εἰ καί τι τῶν ἀναγκαίων ἐπὶ τῆς νηὸς ἄγον τες τύχοιεν, κλύδων δὲ ἐπαναστῇ ζέων ἐκ τοῦ πελά γους αὐτοῖς, καὶ καλύπτειν ἀπειλήσῃ πεπιεσμέ νην τῷ φόρτῳ τὴν ναῦν, ὅπως ἔχουσι τάχους, τὸ πολὺ τοῦ βάρους ἀποσκευάζουσι, καὶ τὴν ἐμπορίαν ἀφειδῶς ἀντλοῦσιν εἰς θάλασσαν, ὥστε ὑψηλοτέραν ποιῆσαι τὴν ναῦν τοῦ κύματος, καὶ μόναις ταῖς ψυ χαῖς, εἴπερ οἷόν τε, καὶ τοῖς σώμασιν ἐκ τοῦ κιν δύνου δοῦναι φυγήν. Πολλῷ δὲ ἐκείνων δήπου μᾶλλον ταῦτα ἡμᾶς βουλεύεσθαί τε προσήκει καὶ πράττειν. Ἐκεῖνοι μὲν γὰρ ὅπερ ἂν ἀποῤῥίψωσιν, εὐθέως ἀπώλεσαν, καὶ περιίσταται λοιπὸν βία πενίας αὐτοῖς· ἡμεῖς δὲ ἐφ' ὅσον ἂν τὸν πονηρὸν ἐξαντλή σωμεν φόρτον, πλείονα καὶ βελτίονα ταῖς ψυχαῖς πλοῦτον ἐπισωρεύσομεν.

Πορνεία μὲν γὰρ, καὶ ὅσα τοιαῦτα, ῥιφέντα διόλλυται, καὶ πρὸς τὸ μηδὲ εἶναι χωρεῖ, λυθέντα τοῖς δάκρυσιν· ἁγιότης δὲ καὶ δι καιοσύνη λοιπὸν εἰς τὸν ἐκείνων μεθίσταται χῶρον, πράγματα κοῦφα, καὶ οὐκ εἰδότα κύμασι καλυφθῆ ναί τισι. Τὰ χρήματά γε μὴν, ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ', ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς, τὰς 31.553 τῶν πενήτων μετατεθέντα γαστέρας, διασώζεται καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβάλλουσι, κόσμος, οὐ κίνδυνος. Βουλευσώμεθα τοίνυν, ἀγαπητοὶ, περὶ ἑαυ τούς τι φιλάνθρωπον, καὶ τὸ τῆς εὐπορίας ἄχθος, εἴπερ ὅλως ἐθέλοιμεν ποιήσασθαι κέρδος ἡμέτερον, πολλοῖς διανείμωμεν, οἳ βαστάσουσί τε αὐτὸ περιχα ρῶς, καὶ τοῖς τοῦ ∆εσπότου κόλποις, ἀσύλοις τα μείοις, ἐναποκλείσουσιν, Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ λῃσταὶ διορύττουσιν, οὐδὲ κλέπτουσι. ∆ῶ μεν ἐξουσίαν ὑπερχυθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ. Μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους, μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν· μηδὲ, τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολ λὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς· Ἀδελφὸς γὰρ οὐ λυτροῦ ται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἢν αὐτὸς ἐφ' ἑτέρων ἠγνόησας· μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα σὺ τῶν ἐλαττόνων φεισάμενος. Ἀπό λαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. ∆άκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέη σας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. ∆έδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥή μασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον.

Οὐδὲ γὰρ φειδόμενοι καθ άπαξ πλούτου, τοὺς ἐῤῥιμμένους χαμαὶ παρατρέχο μεν ἀδελφοὺς, οὐδὲ τοῖς παισὶν ἢ τοῖς ἄλλοις οἰκείοις τὴν εὐπορίαν φυλάττοντες,