Procatechesis

 παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε

 διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γ

 τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλη

 Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐ

Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐκπέσῃ, τότε ἡ διάνοιά [σου] εἰς προσευχὴν σχολαζέτω. Κἂν ἴδῃς λογισμὸν αἰσχρὸν ἀναβάντα εἰς τὴν διάνοιάν σου, λάβε κρίσεως ὑπομνηστικὸν σωτηρίας· σχόλασον τὴν διάνοιαν εἰς τὸ μαθεῖν, ἵνα ἐπιλάθῃ φαύλων πραγμάτων. Ἐὰν ἴδῃς τινά σοι λέγοντα· Καὶ εἰσέρχῃ εἰς τὸ ὕδωρ καταβῆναι; ἄρτι γὰρ οὐκ ἔχει ἡ πόλις βαλανεῖα; Γίνωσκε ὅτι ὁ δράκων τῆς θαλάσσης ταῦτά σοι κατασκευάζει· μὴ πρόσεχε τοῖς χείλεσι τοῦ λαλοῦντος, ἀλλὰ τῷ ἐνεργοῦντι Θεῷ. Φύλασσε τὴν σαυτοῦ ψυχὴν, ὅπως ἄληπτος γένῃ· ἵνα παραμείνας τῇ ἐλπίδι, κληρονόμος γένῃ σωτηρίας αἰωνίου. 17 Ἡμεῖς μὲν ταῦτα, ὡς ἄνθρωποι, καὶ παραγγέλλομεν καὶ διδάσκομεν. Μὴ ποιήσητε δὲ τὴν οἰκοδομὴν ἡμῶν χόρτον, καὶ καλάμην, καὶ ἄχυρα· ἵνα μὴ τοῦ ἔργου κατακαέντος, ζημιωθῶμεν· ἀλλὰ ποιήσατε τὸ ἔργον χρυσίον, καὶ ἀργύριον, καὶ λίθους τιμίους. Ἐν ἐμοὶ μὲν γάρ ἐστι τὸ εἰπεῖν, ἐν σοὶ δὲ τὸ προθέσθαι, ἐν Θεῷ δὲ τὸ τελειῶσαι. Νευρώσωμεν τὴν διάνοιαν· συντείνωμεν τὴν ψυχήν· ἑτοιμάσωμεν τὴν καρδίαν· περὶ ψυχῆς τρέχομεν· περὶ αἰωνίων πραγμάτων ἐλπίζομεν. ∆υνατὸς δὲ ὁ Θεὸς, [ὁ τὰς καρδίας ὑμῶν εἰδὼς, καὶ γινώσκων τίς μέν ἐστι γνήσιος, τίς δὲ ὑποκριτὴς] τὸν μὲν γνήσιον φυλάξαι, τὸν δὲ ὑποκριτὴν πιστοποιῆσαι. ∆ύναται γὰρ ὁ Θεὸς καὶ τὸν ἄπιστον πιστοποιῆσαι, ἐὰν μόνον δῷ τὴν καρδίαν. Καὶ ἐξαλείψαι τὸ καθ' ὑμῶν χειρόγραφον· ἀμνηστίαν δὲ ὑμῖν παράσχοι τῶν πρώτων παραπτωμάτων· φυτεύσοι δὲ ὑμᾶς εἰς τὴν Ἐκκλησίαν, καὶ στρατεύσοι ὑμᾶς ἑαυτῷ, ὅπλα περιβαλὼν τῆς δικαιοσύνης· οὐρανίων δὲ πραγμάτων καινῆς διαθήκης πληρώσειε, καὶ Πνεύματος ἁγίου σφραγίδα δώῃ ἀνεξάλειπτον εἰς τοὺς αἰῶνας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Προσλόγιον. [Τὰς τῶν Φωτιζομένων κατηχήσεις ταύτας, τοῖς μὲν τῷ βαπτίσματι προσερχομένοις, καὶ τοῖς τὸ λουτρὸν ἔχουσιν ἤδη πιστοῖς, εἰς ἀνάγνωσιν παρεχόμενος, μὴ δὸς τὸ σύνολον μήτε κατηχουμένοις, μήτε ἄλλοις τισὶ τοῖς μὴ οὖσι χριστιανοῖς· ἐπεὶ τῷ Κυρίῳ λόγον δώσεις. Καὶ ἐὰν ποιῇς ἀντίγραφον, ὡς ἐπὶ Κυρίου ταῦτα πρόγραψον].