5
σπουδαίου εἶναι, δίκαιον, σώφρονα, φρόνιμον. Ἐπεὶ γὰρ ἡ ἀρετὴ γένος, εἰς εἴδη μεριζομένη, εἰς δικαιοσύνην, σωφροσύνην καὶ τὰ λοιπὰ, ἀνάγκη τὸν τοῦ γένους μετέχοντα, σπουδαῖον ὄντα, ὡσανεὶ γένος εἶναι τῶν μετεχόντων τῶν κατ' εἶδος ἀρετῶν· ὡσαύτως καὶ τῆς ἐπιστήμης γένους οὔσης, γραμματικῆς, μουσικῆς καὶ τῶν λοιπῶν, τὸν παρονομαζόμενον ἀπὸ τοῦ γένους ἐπιστήμονα, γένος εἶναι τῶν παρονομαζομένων ἀπὸ τῶν τῆς ἐπιστήμης εἰδῶν φαμεν. Κἂν τοίνυν πονηρῶν λογικῶν εἴδη λέγομεν, προαιρετικῶς πάντας τοὺς ὑπὸ τὰ εἴδη ταῦτα λέγομεν εἶναι τοιούτους. Ἀμέλει γοῦν τὰ ὀνόματα τὰ προειρημένα πονηρὰ, οὐκ οὐσιῶν, ἀλλὰ προαιρετικῶν ἐστιν ἐμφανιστικά. Τὸ γὰρ διάβολος ὄνομα, οὐκ οὐσίαν, ἀλλὰ προαίρεσιν δηλοῖ. Αὐτίκα γοῦν καὶ τὸν Ἰούδαν, ἄνθρωπον 39.1100 ὄντα, διάβολον ὁ Κύριος, οὐ διὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν προαίρεσιν ὠνόμασεν, λέγων πρὸς πάντας ἅμα τοὺς μαθητὰς, συναριθμῶν καὶ τὸν Ἰούδαν ἐν αὐτοῖς· Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; Ὧ ἐπιφέρει συγγραφεύς· Τοῦτο δὲ εἶπεν περὶ Ἰούδα, τοῦ μέλλοντος προδιδόναι αὐτόν. Εἰ γὰρ διὰ τὴν μέλλουσαν προδοσίαν διάβολος εἴρηται οὐ τότε διάβολος ἦν, ὅτε ἅμα πᾶσιν ἐκλογῆς ἔτυχεν. Ἐκλεκτὸς μὲν γὰρ ἅμα πᾶσιν γέγονεν, διὰ τὴν προσοῦσαν αὐτῷ τότε ἀρετήν· διάβολος δὲ τότε ἐχρημάτισεν, ὅτε τὰ τῆς προδοσίας εἰργάσατο. Εἰ τοίνυν ἐπὶ τοῦ Ἰούδα τὸ διάβολος ὄνομα πράξεως προαιρετικῆς δηλωτικόν ἐστιν, οὕτως κἂν ἐπ' ἄλλου τινὸς ἡ φωνὴ λέγοιτο, προαιρετικόν τι σημαίνει. Οἶδεν δὲ καὶ ἡ συνήθεια τὴν χρῆσιν τοῦ ὀνόματος τούτου. ∆ιαβόλους γοῦν καλοῦμεν τοὺς κατηγοροῦντας τούσδε τοῖσδε, κἀκείνους τούτοις. Ἐπεὶ οὖν καὶ ὁ διάβολος Θεὸν ἀνθρώποις διαβάλλει, καὶ ἀνθρώπους Θεῷ, καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀλλήλοις, ταύτης ἔτυχεν τῆς ὀνομασίας. Εἰ δὲ καὶ τὸ σατανᾶς ὄνομα κατηγοροῖτο αὐτοῦ τοῦ διαβόλου, ἴστωσαν, ὅτι καὶ αὐτὸ τοῦτο προαιρετικοῦ τινός ἐστι δηλωτικόν. Ἑβραϊκὴ γὰρ οὖσα ἡ φωνὴ, οὐχ ἕτερόν τι σημαίνει καθ' Ἑλλάδα φωνὴν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον ἐπ' ἀνθρώπου λαμβανόμενον, ἴσον ἐστὶ τῷ ἐχθρὸς, βλαβερός. Ὡς οὖν ὁ ἐχθρὸς προαιρέσει ἐστὶ τοιοῦτος, οὕτως καὶ ὁ ἀντικείμενος· ὥσπερ καὶ τὰ τούτων ἐναντία· τὸ γὰρ φίλος, καὶ εὐνοῶν, καὶ ὁμονοῶν, καὶ ὁμοφρονῶν, ὀνόματα προαιρέσεών ἐστι δηλωτικά. Λέγεται γὰρ αὐτὸς οὗτος φίλος καὶ εὐνοῶν, ὥσπερ διάβολος, καὶ σατανᾶς, καὶ πονηρός. Ὡς ἐν Εὐαγγελίῳ ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγειν διδάσκει ἐν τῇ εὐχῇ τοὺς μαθητάς· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ γὰρ καὶ τὸ τοῦ πονηροῦ ὄνομα προαιρέσεώς ἐστι δηλωτικόν. Εἰ τοίνυν διὰ πάντων, ὧν σημαίνει, ὁ ἀρχέκακος καὶ πρῶτος ἀποστάτης τῆς ἀρετῆς προαιρετικῶς ἔστι τοιοῦτος, οὐ δύναται κατ' οὐσίαν εἶναι κακός· εἰ δὲ λέγοιεν τοῦτο, ὅτι τῇ οὐσίᾳ κακὸς ἂν ἔτυχεν καὶ τὰ προαιρετικὰ, δι' ἃ οὕτως ὠνόμασται· ἴστωσαν, ὅτι ἐν τοῖς οὐσιώδεσιν οὐ παραλαμβάνεται προαίρεσις. Οὐδεὶς γὰρ λέγει προαιρετικῶς ζῶον εἶναι, ἢ λίθον· ταῦτα γὰρ οὐσιώδη. Ὅθεν οὐδὲ προαιρετικόν τι· ἐν ἐκείνοις γὰρ τὰ προαιρετικὰ, ἐν οἷς καὶ ἡ προαίρεσις. Ἀλλ' ἴσως ἐροῦσιν· ∆ιὰ τί τὸν οὕτω μέλλοντα ἔσεσθαι βλαβερὸν, ἢ λυμεῶνα, εἰς τὸ εἶναι ἤγαγεν ὁ ἀγαθὸς Θεός; Ἴστωσαν δὲ τοῦτο λέγοντες, ὅτι οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πᾶσιν τοῖς τιθεμένοις πρόνοιαν ἀντιπίπτουσιν. Πολλοὶ γὰρ καὶ ἄλλοι τιθέμενοι πρόνοιαν, ἐκ Θεοῦ λέγουσιν εἶναι πάντα τὰ λογικὰ ζῶα, ἐν οἷς φύεται καὶ ἡ κακία. Εἰ οὖν περὶ τοῦ διαβόλου ταῦτα 39.1101 λέγουσιν, καὶ περὶ πάντων τῶν λογικῶν ἀναγκάζονται εἰπεῖν τοῦτο.
Ὅμως δὲ ἡμεῖς οὐκ ἐκείνους μιμούμενοι, φαμέν· Οὐ κακίας αἴτιος ὁ ποιήσας τὸ δυνάμενον ἐξ ἰδίας ῥοπῆς εἰς κακίαν ἐλθεῖν. Λογικὸν γὰρ κατεσκεύασεν ζῶον, ὃ ἐβούλετο εἶναι ἀπὸ τῆς ἑαυτοῦ προαιρέσεως ἀγαθὸν, ἔχον εἰς ἑκάτερα ῥέπειν τὸ