5
γὰρ, καὶ συμπρᾶττον, καὶ τῆς ἀῤῥήτου φύσεως οὐχ ὑποβιβαζόμενον μνημονεύεται καὶ αὐτό. Οὕτως μὲν οὖν ταῦτα, καὶ οὐκ ἄλλως, καὶ πλείω παρήσω λέγειν ὅμως. Ἀλλὰ καὶ διὰ τοῦ Πνεύματος διανέμει ὁ Θεὸς, ὡς διὰ τοῦ Λόγου αὐτοῦ κτίζει. Τοῦτο οὐκ ἐκβάλλει αὐτὸ τῆς θεότητος, ὡς οὐδὲ τὸν Υἱόν· μενοῦν γε καὶ ἀποφαίνει καὶ διὰ τούτων αὐτὸ Θεόν. Ἐπειδὴ τοῖς διὰ τοῦ Υἱοῦ κτισθεῖσι, διὰ τοῦ ἁγίου Πνεύματος τὰ πρὸς σωτηρίαν καὶ πανταχοῦ λαλούμενα παρέχεται ἀγαθά. Θάτερον γὰρ θατέρου ἤρτηται, καὶ τῷ δημιουργηθέντι συμφορώτερον τοῦ δημιουργηθῆναι τὸ προνοεῖσθαι, καὶ τοῦ ῥέοντος πλήθους τῶν ἐξ οὐρανοῦ θείων καταξιοῦσθαι δώρων· καὶ προτετίμηται πανταχοῦ τὸ μὴ γενέσθαι, τοῦ γενόμενον ἀτευξίαν ἔχειν τῶν ἄνωθεν ἀδαπανήτων ἀγαθῶν· ἃ καὶ διδόμενα οὐχ ὁρᾶται, ὡς καὶ ὁ διδοὺς καὶ δι' αἰώνων ἐπαρκεῖ, καὶ ἀγνοεῖταί πως. Οὐ γὰρ ἴδεν αὐτὰ ὄμμα, οὔτε ἤκουσεν οὖς, ἢ εἰς ἐνθύμησιν ἦλθέ πω· καὶ πρόκειται τῇ γνώσει ἡμῶν πᾶν περὶ αὐτῶν ὕψος συλλογιζομένων, πᾶν τε κάλλος συλλεγόντων, ὅπως ποτ' οὖν πελάζῃ τῷ πρέποντι ἡ πίστις· ἔνθα γὰρ αὐτὸ τἀληθὲς, ἢ τἀκριβὲς, τέως οὐχ ἁλώσιμον, ἐς τὸ δυνατὸν δεῖ βλέπειν. Ἀπλανὴς οὖν ἔλεξε φωνὴ περὶ τοῦ γενομένου ἀμετόχου τούτων· "Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη." Αὐτὸς οὖν σεαυτὸν δι' αἰτίας ἤγαγες ἤδη, καὶ εἰς ἑαυτὸν περιέτρεψας, ἣν εἴλω καθ' ἡμῶν κατηγορίαν· καὶ ἁπλῶς τῶν ἀέρα τυπτόντων οὐδὲν διαφέρειν ἔδοξας, προαχθεὶς εἰς τὸ ἀπορίας τινὰς, τὸ δὴ λεγόμενον, καττύσαι, καὶ μεταξὺ θείων πραγμάτων καὶ διηγημάτων εἰς μέσον ἀσόφως φέρειν, τῆς χρείας οὐκ ἀπαιτούσης, ἄλλα τέ τινα ὑλικὰ, καὶ μέντοι τὸν ἀντικείμενον, καὶ ἀποβεβλημένον, καὶ οἷάπερ ἔλεξας ὑποβάλλοντα. Πολύ τε ἀπέχεις τῶν ἐπιεικές τι καὶ χρηστὸν πεποιηκότων, καὶ οὐδείς σε Χριστιανῶν τῶν τὰς Γραφὰς ὀρθῶς καὶ ἀπροσπαθῶς ἐκμελετησάντων, καὶ οἷς εὐθὺς τὸ διαπρέπειν ἐπὶ τῇ δοθείσῃ παρὰ τοῦ θείου Πνεύματος χάριτι ὑπῆρξεν, ἀποδέξαιτο ἂν εἰς τὰ ψυχοβλαβῶς σοι ἐκπονηθέντα. Κατὰ γὰρ τὴν σὴν ἐγχείρησιν, ἐκβληθήσεται τάχα πᾶσα Γραφὴ, θεολογίας ἔνδειξιν ἔχουσα. Καὶ φέρε, εἰ μὴ ταῦτα ἀληθῆ, 39.617 οὑτωσὶ πράως καὶ μετρίως σκοπήσωμεν. Ἐγώ τε γὰρ ἀναφανῶ ἀκριβῶς, καὶ οὐχ ἁπλῶς ἐξ ἀμφιδόξων ἀποδείξεων, ἀλλ' ὁμολογουμένων, διδάξω τε ῥᾳδίως, καὶ ὑμεῖς μαθήσεσθε Παῦλος, ὁ τὸν δὴ λεγόμενον πυρὸς θερμότερον τὸν περὶ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακάριστον ζῆλον ἔχων, γράφει Χριστὸν διάκονον γεγενῆσθαι. Καὶ αὐτὸς περὶ ἑαυτοῦ ὁ εὐεργέτης οὗτος ἐπιφανῶς ἔφη· "Ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω·" καὶ, "Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ." Καὶ ἑτέρωθι εἴρηται· "Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο." Καὶ ὅμως πιστῶς καὶ θεοπρεπῶς ταῦθ' οὕτως γεγράφθαι, διὰ τὸ ἓν θέλημα τῆς ἁγίας Τριάδος, καὶ διὰ τὸ εἰς τὸν Πατέρα πάντα ἀνάγεσθαι, νοοῦμεν. Ὡς τοίνυν οὐδεμία ἐπινοεῖται παραλλαγὴ θεότητος ἐπὶ τοῦ Υἱοῦ οὔτε γὰρ διακονεῖ, ὡς ἀλλοῖος τῇ φύσει ἀλλοίῳ· οὔθ' ὑφέσει δυνάμεως, ἀλλ' ὡς Υἱὸς Λόγος γνησίῳ Πατρί· οὔτ' ἐντολὴν λαμβάνει, ὡς ἀγνοῶν τὸ δέον καὶ τὸ πατρικὸν βούλημα, ἀλλ' ὡς προείρηται, οὕτω καὶ τὸ θεϊκὸν Πνεῦμα. Καὶ ᾧ τρόπῳ τὰ τοῦ Θεοῦ Λόγου ἀναφέρεται εἰς τὸν Θεὸν Πατέρα, τούτῳ, καὶ οὐκ ἄλλῳ, τὰ τοῦ ἁγίου Πνεύματος. Ὥστε οἷς ἂν ἐπῆραν τὸ φρόνημα αὐτῶν αἱρετικοὶ, τούτοις ἂν καθ' ἑαυτῶν τὴν ἐπ' ἀλαζονείᾳ καὶ κακοδοξίᾳ διαβολὴν ἐκίνησαν. Οὐκ ἔστη αὐτοῖς ἄχρι τούτων τὰ τῆς ἀσεβοῦς καὶ ἀπροσήκου διαβολῆς. Θολοῦν γὰρ πειρώμενοι τὴν περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος ἄχραντον δόξαν, ὡς οὐδενὸς αὐτοῖς ἀγαθοῦ ὑπάρχοντος παρ' αὐτοῦ, ἅμα δὲ καὶ ἡμᾶς εἰς ἔγκλημα βαλεῖν, αὐτοὶ οὗτοι οἱ χρησάμενοι διδασκάλοις ἀνθρώπων τισὶν, οὐκ ὀκνοῦσι νεαλογεῖν καὶ τόδε αὐτολεξεὶ, ὅτι λαμβάνοντες ἡμεῖς εἰς θεϊκὴν ἀξίαν τὸ διαγορεῦον γραφίον, "Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ," εἰς ἀνθρωπείαν φύσιν κατάγομεν αὐτό· ἐπειδὴ μεθ' ἕτερα ἔχει· "Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ τοῦ