5
λβ. Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι καὶ οὗτοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ' αὐτὸν ποσῶς διηγούμενοι. προστιθέασι δὲ τὴν αἰσχρουργίαν διδάσκοντες· ἀπαγορεύουσι δὲ καὶ οὗτοι τὴν σάρκα. λγ. Πτολεμαῖοι, μαθηταὶ ὄντες καὶ αὐτοὶ Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα. τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ αὐτοὶ λέγουσι καθάπερ Οὐαλεντῖνος καὶ Σεκουνδιανοί· κατά τι δὲ καὶ οὗτοι διαφέρονται. Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις. 2.1 Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς· λδ. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δι' ἐκπομάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον † μεταβαλὼν μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας. καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα † ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ. λε. Κολορβάσιοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς τὰς ἄλλας αἱρέσεις, φημὶ δὲ πρὸς τοὺς περὶ Μάρκον καὶ Οὐαλεντῖνον, τὰς προβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν. λςϛ. Ἡρακλεωνῖται καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ' αὐτοῖς τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι' ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες ἐπὶ τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου. 2.2 λζ. Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν τοῦτο ἐν κίστῃ τινί. λη. Καϊανοὶ ὡσαύτως ἅμα τοῖς πρότερον τὸν νόμον καὶ τὸν λαλήσαντα ἐν νόμῳ ἀθετοῦντες σαρκός τε ἀνάστασιν ἀρνούμενοι τὸν Κάϊν δοξάζουσι, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως. ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ τε καὶ τοὺς περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ τοὺς Σοδομίτας. λθ. Σηθιανοί. οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω Μητρός, μεταμεληθείσης ἐφ' ᾧ τοὺς περὶ τὸν Κάϊν προεβάλετο, εἶτα συνελθούσης μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἄβελ ἀποκτανθῆναι τῷ ἄνω Πατρὶ καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιησάσης· ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πᾶν τῶν ἀνθρώπων γένος. καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσιν ἐδογμάτισαν. μ. Ἀρχοντικοί. οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέρουσι καὶ τὰ γενόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπὶ αἰσχρότητί τινι. σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσιν καὶ παλαιὰν διαθήκην διαβάλλουσιν. κέχρηνται δὲ καὶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν εἰς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες. μα. Κερδωνιανοί, οἱ ἀπὸ Κέρδωνος τοῦ ἀπὸ Ἡρακλέωνος διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς Ῥώμην μεταναστὰς τὸ κήρυγμα αὐτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναν 2.3 τίας ἀλλήλαις, μὴ εἶναι δὲ τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην. μβ. Μαρκιωνισταί. Μαρκίων ὁ ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός,