5
ιβʹ. Ἀμὼς δὲ ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Θεκουὲ ἐκ γῆς Ζαβουλών. Ἔστι δὲ πατὴρ Ἡσαΐου τοῦ προφήτου. Ἀμασίας δὲ ὁ ἱερεὺς Βεθὴλ συχνῶς αὐτὸν τυμπανίσας ἐνέδρᾳ αὐτὸν ἐλοιδόρει, εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμασίου ἐν ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχεν αὐτὸν περὶ τῆς ἐνέδρας τῶν δύο δαμάλεων τῶν χρυσῶν. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ μετὰ τῶν πατέρων αὐτοῦ.
ιγʹ. Μιχαίας ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Μοραθὶ 18 ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ἐποίησεν οὗτος τῷ Ἀχαὰβ βασι-λεῖ Ἰούδα· ὑπὸ δὲ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀναιρεῖται κρημ-νωθείς, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ ὧν ἐποίησεν. Καὶ θανὼν ἐτάφη ἐν Μοραθὶ ἐν τῇ γῇ αὐτοῦ μονώτατος σύνεγγυς τοῦ πολυανδρίου· καὶ ἔστιν ὁ τάφος αὐτοῦ εὔγνωστος ἕως τῆς σήμερον ἡμέρας.
ιδʹ. Ἰωῆλ δὲ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βηθὼμ ἐκ τῆς γῆς Ῥουβίμ· πολλὰ δὲ προεφήτευσε περὶ Ἱερουσαλὴμ καὶ τέλους ἐθνῶν. Ὁρῶν δὲ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη Βηθὼμ ἐν τῇ γῇ αὐτοῦ ἐνδόξως.
ιεʹ. Ἀβδιοῦ ὁ προφήτης. Οὗτος ἦν ἐκ τῆς Συχὲμ ἐξ ἀγροῦ Βηθθαχάμαρ. Οὗτος ἐστὶν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας ὁ Θεσβίτης, καὶ κατέβη καὶ ἦλθε πρὸς τὸν βασιλέα. Μετὰ δὲ ταῦτα ἀπολιπὼν τὴν βασιλικὴν αὐτοῦ τάξιν, προσεκολλήθη τῷ προφήτῃ Ἠλίᾳ καὶ ἐγένετο αὐτοῦ μαθητής· καὶ πολλὰ ὑπομείνας δι' αὐτὸν περιεσώζετο· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ Βηθθαχάμαρ μετὰ τῶν πατέρων αὐτοῦ.
ιςʹ. Ἰωνᾶς ὁ προφήτης. Οὗτος οὖν ἐκ γῆς Καριαθμαοὺμ 19 πλησίον Ἀζώτου πόλεως Ἑλλήνων κατὰ θάλασσαν. Ἦν τότεἨλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας καὶ καλέσας λιμὸν μεγάλην ἐπὶ τὴν γῆν ἔφυγεν ἐν τῇ ἐρήμῳ· καὶ ἐτρέφετο ἐκ τῶν κοράκων· καὶ ἔπινεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου. Καὶ ὅτε ἐξηράνθη ὁ χείμαῤῥος ἐπείνασε. Καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδονίας πρὸς γυναῖκα χήραν πενι- χράν, ἥτις ἦν μήτηρ τοῦ Ἰωνᾶ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτῆς· καὶ ἐποίησεν αὐτῷ ὡς προσέταξεν αὐτῇ· καὶ ἔφαγε καὶ εὐλόγησεν αὐτῇ σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινε μετ' αὐτῆς. Οὐ γὰρ ἠδύνατο μεῖναι μετ' ἀπεριτμήτων καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν ἀνέστησεν ὁ θεὸς διὰ τοῦ Ἠλία καὶ ἀπέδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ διὰ τὴν φιλοξενίαν. Καὶ γενόμενος ἡλικίας ὁ Ἰωνᾶς ἀπεστάλη εἰς Νινευῒν πρὸς τοὺς Ἀσσυρίους. Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι κύριον καὶ κατεπόθη ὑπὸ τοῦ κήτους πορευθῆναι βουλόμενος εἰςΘαρσεῖς· ἐξελθὼν δὲ ἐκ τοῦ κήτους ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ. Καὶ μετενόησαν οἱ Νινευΐται τῷ θεῷ καὶ ἠλεήθησαν. Καὶ ἐλυπήθη Ἰωνᾶς, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγε γὰρ, ὅτι "1οὕτως ἀφῶμαι τὸν ὀνειδισμόν, ὅτι ἐψευσάμην προφητεύσας κατὰ20 Νινευΐ."2 Καὶ κατοικήσας ἐν γῇ Σαὰρ ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζέου κριτοῦ. Ἐπροφήτευσε δὲ ὅτι· ὅταν ἴδωσιν ἐν Ἱερουσαλὴμ ἔθνη πολλὰ ὑπὸ δυτικῶν, ἕως ἐδάφους ἀφανισθήσεται.
ιζʹ. Ναοὺμ δὲ ὁ προφήτης. Οὗτος ἦν ἀπὸ Ἐλκέσιν πέραν τοῦ Ἰορδάνου εἰς Βηγαβάρ· ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν ἐπὶ Νινευΐ, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἐπιγείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν πάντα τὰ ὑψηλότερα αὐτῆς ἐνέπρησεν μέρη. Ἀπέ- θανε δὲ Ναοὺμ ἐν εἰρήνῃ, ἐτάφη δὲ ἐν τῇ γῇ αὐτοῦ Βη- γαβάρ.
ιηʹ. Ἀμβακοὺμ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βυζ- ζουχὰρ ἐκ φυλῆς Συμεών. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα ἐπὶ τῇ πόλει καὶ τῷ λαῷ. Καὶ ὅτε ἦλθεν Ναβουχοδονόσορ εἰς Ἱερουσαλὴμ