1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

χεῖρας, ὦ Ἰωσὴφ, ὑπουργησάσας, καὶ ψηλαφησάσας ἔτι αἱμοῤῥοούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας· μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ αἱμοῤῥοούσῃ πλευρᾷ, πρὸ Θωμᾶ τοῦ πιστοῦ ἀπίστου καὶ ἐπαινουμένου περιέργου· μακαρίζω σου τὸ στόμα ἐμπλησθὲν ἀπλήστως καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα, καὶ Πνεύματος ἁγίου ἐκεῖθεν πληρωθέν· μακαρίζω σου τοὺς ὀφθαλμοὺς προστεθέντας τοῖς τοῦ Ἰησοῦ ὀφθαλμοῖς, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλαχόντας· μακαρίζω σου τὸ πρόσωπον προσπελάσαν πρὸς τὸ τοῦ Θεοῦ πρόσωπον· μακαρίζω σου τοὺς ὤμους βαστάσαντας τὸν πάντας βαστάζοντα· μακαρίζω σου τὴν κεφαλὴν ἐν ᾗ προσήγγισεν Ἰησοῦς πάντων κεφαλή· μακαρίζω σου τὰς χεῖρας, ἐν αἷς ἐβάστασας τὸν βαστάζοντα πάντα· μακαρίζω Ἰωσὴφ καὶ Νικόδημον. Γεγόνασι γὰρ πρὸ τῶν χερουβὶμ Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες· γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοὶ, οὐ πτέρυξιν, ἀλλὰ σινδόσι τὸν Κύριον καλύψαντες, καὶ τιμήσαντες. Ὃν τὰ χερουβὶμ τρέμουσι, τοῦτον ἐπὶ τῶν ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, καὶ πᾶσαι αἱ τῶν ἀσωμάτων τάξεις ἐξίστανται. Ἦλθε γὰρ Ἰωσὴφ καὶ Νικόδημος· οὐκοῦν συνέδραμε πᾶς καὶ ὁ τῶν ἀγγέλων θεόδημος· καὶ προφθάνει χερουβὶμ, καὶ συντρέχει σεραφὶμ, καὶ συμβαστάζουσι θρόνοι, καὶ καλύπτουσι τὰ ἑξαπτέρυγα, καὶ φρίττουσι τὰ πολυόμματα, ὁρῶντα ἐν σαρκὶ Ἰησοῦν ἀόμματον, καὶ συγκαλύπτουσι δυνάμεις, καὶ ᾄδουσιν αἱ ἀρχαὶ, καὶ φρίττουσιν αἱ τάξεις, καὶ ἐξίστανται πᾶσαι αἱ στρατιαὶ τῶν μεταρσίων ταγμάτων, καὶ θαμβούμεναι πρὸς ἑαυτὰς διαποροῦσι, καὶ λέγουσι· Τίς οὗτος ὁ φοβερὸς λόγος, καὶ φόβος, καὶ τρόμος, καὶ τρόπος; τί τοῦτο τὸ μέγα, καὶ παράδοξον, καὶ ἀκατάληπτον θέαμα; Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς γυμνὸς, ἀθεώρητος, κάτω βροτοῖς γυμνὸς εὐθεώρητος. 43.452 Ὧ παρίστανται χερουβὶμ μετ' εὐλαβείας, τοῦτον Ἰωσὴφ καὶ Νικόδημος κηδεύουσι μετ' ἀδείας. Πότε κατῆλθεν ὁ τὰ ἄνω μὴ λιπών; πῶς ἐξῆλθεν ὁ ἔσω ὤν; πῶς ἦλθεν ἐπὶ γῆς ὁ τὰ πάντα πληρῶν; πῶς ἐξέδυ ὁ πάντας λαθών; Ὁ ἄνω μετὰ Πατρὸς ὡς Θεὸς ἀνελλειπὴς, κάτω μετὰ τῆς μητρὸς ὡς βροτὸς ἀληθῶς ἀνελλειπῶς. Ὁ οὐ πώποτε ἡμῖν ἐκφανεὶς, πῶς ἀνθρώποις ὡς ἄνθρωπος ὁμοῦ καὶ φιλάνθρωπος Θεὸς ἐπιφαίνεται; πῶς ὁ ἀόρατος ὡράθη; πῶς ὁ ἄϋλος ἐσαρκώθη; πῶς ὁ ἀπαθὴς ἔπαθε; πῶς ὁ κριτὴς εἰς κριτήριον παρέστη; πῶς ἡ ζωὴ θανάτου ἐγεύσατο; πῶς ὁ ἀχώρητος ἐν τάφῳ χωρεῖται; πῶς οἰκεῖ τὸ μνῆμα ὁ μὴ λιπὼν τὸν κόλπον τὸν πατρικόν; πῶς σπηλαίου πύλην εἰσέρχεται ὁ πύλας τοῦ παραδείσου ἀνοίξας, τὰς δὲ πύλας τῆς Παρθένου μὴ διαῤῥήξας, ἀλλὰ πύλας τοῦ ᾅδου συντρίψας; ὁ πύλας ἐπὶ Θωμᾷ μὴ ἀνοίξας, ἀλλὰ πύλας τῆς βασιλείας ἀνθρώποις διανοίξας, τὰς δὲ πύλας τοῦ τάφου καὶ σφραγῖδας ἀδιανοίκτους σώζων; Πῶς δὲ ἐν νεκροῖς λογίζεται ὁ ἐν νεκροῖς ἐλεύθερος; πῶς τὸ φῶς τὸ ἀνέσπερον ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου παραγίνεται; ποῦ πορεύεται; ποῦ παραγίνεται ὁ ὑπὸ θανάτου κρατηθῆναι μὴ δυνάμενος; Τίς ὁ λόγος; τίς ὁ τρόπος; τίς ἡ βουλὴ τῆς ἐν τῷ ᾄδῃ αὐτοῦ καταβάσεως; Τάχα τὸν Ἀδὰμ τὸν κατάδικον καὶ ἡμῶν σύνδουλον ἀνενέγκαι κατέρχεται. Ὄντως τὸν πρωτόπλαστον ὡς ἀπολωλὸς πρόβατον ἐπιζητῆσαι πορεύεται. Πάντως καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους βούλεται ἐπισκέψασθαι· πάντως τὸν αἰχμάλωτον Ἀδὰμ, καὶ τὴν συναιχμάλωτον Εὔαν τῶν ὀδυνῶν λύσαι πορεύεται ὁ Θεὸς, καὶ υἱὸς αὐτῆς ὅθεν καὶ υἱὸς αὐτοῦ ἀναδέδεικται. Ἀλλὰ συγκατέλθωμεν, ἀλλὰ συγχορεύσωμεν, ἀλλὰ σπεύσωμεν, ἀλλὰ συσκιρτήσωμεν, ἀλλὰ προπέμψωμεν, ἀλλὰ ἀνυμνήσωμεν, ἀλλὰ ταχύνωμεν, Θεοῦ καταλλαγὰς πρὸς ἀνθρώπους βλέποντες, καταδίκων ἀπόλυσιν ἐξ ἀγαθοῦ ∆εσπότου γινομένην. Πορεύεται γὰρ ὁ φύσει φιλάνθρωπος ἐξάξαι τοὺς ἀπ'