1

 2

 3

 4

 5

 6

 7

 8

5

ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ἐκφ. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν ...

Μ Εἶτα τοῦ ψαλμοῦ τελεσθέντος, ἄρχεται τοῦ θυμιᾶν. Γʹ Συναπτή. Ι Εἶτα ἡ συναπτή. Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου Ὑπὲρ τῆς

ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι Ὑπὲρ τῆς ἁγίας μονῆς ταύτης, πάσης πόλεως Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ Ὑπὲρ πλεόντων, ὁδοιπορούντων Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ

Ἔπειτα (;) στιχολογοῦνται τὰ προκείμενα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ ποιεῖ ὁ ἱερεὺς μικρὰν συναπτήν· Ἔτι καὶ ἔτι ἐν

εἰρήνῃ. Ἀντιλαβοῦ, σῶσον. Τῆς Παναγίας ἀχράντου. Ὅτι σὸν τὸ κράτος. Τοῦ βʹ Ὅτι ἀγαθός. Τοῦ γ' Ὅτι

ηὐλόγηται καὶ δεδόξασται. ∆' Πρόθεσις. Θυμίασις. Κ Καὶ ψαλλομένου συνήθως τοῦ καθίσματος τοῦ ψαλτηρίου, ὁ ἱερεὺς

ἀπέρχεται ἐν τῇ ἁγίᾳ προθέσει καὶ ἐξενεγκὼν ἐκ τοῦ ἀρτοφυρίου τὸν ζωοποιὸν ἄρτον, προτίθησιν αὐτὸν ἐν τῷ ἁγίῳ δίσκῳ μετὰ πάσης προσοχῆς καὶ εὐλαβείας, ποιῶν καὶ ἕνωσιν ἐν τῷ ἁγίῳ ποτηρίῳ. Οὐ μέντοι λέγων τι τῶν ἐν τῇ προθέσει συνήθων, οὔτε κἂν εὐχὴν προθέσεως. Προηγιασμένη γὰρ καὶ προτετελειωμένη καὶ προεισδεδεγμένη θυσία ἐστί, κἂν καὶ ἔν τισι τῶν κοντακίων εὐχὴ προθέσεως εὕρηται. Ἀλλὰ μόνον περικαλύπτων ταῦτα ἀστερίσκῳ καὶ τοῖς θείοις καλύμμασι, θυμιᾶ συνήθως καὶ ἀπέρχεται. Ἐν δὲ τῷ ψάλλεσθαι τὸ Κύριε ἐκέκραξα, θυμιᾷ κατὰ τὸν τύπον. Ε

ʹ Μικρὰ εἴσοδος. Κ, Μ Εἶθ' ὑποστρέψας εἰσοδεύει μετὰ τοῦ θυμιατοῦ. Εὐχὴ τῆς εἰσόδου. Θ, Ι Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν καὶ δεόμεθά

σου, δέσποτα τῶν ἁπάντων, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονη ρίας. ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι πρὸς σέ, κύριε, κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν. Μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Λ, Μ. Εἶτα· Κύριε ἐκέκραζα. Τὰ στιχηρά. Λ Ὁ δὲ ἱερεὺς εἰσοδεύων λέγει· Κ, Λ, Μ Σοφία· ὀρθοί. Λ, Μ Φῶς ἱλαρὸν Ι Μετὰ τὴν εἴσοδον τὸ Φῶς ἱλαρόν. Στ' Ἀναγνώσματα. Κ, Μ Καὶ εἰσελθὼν ἐν τῷ ἀγίῳ βήμασι, ἄπεισιν εἰς τὴν

καθέδραν καὶ λέγει· Ι, Κ Ὁ διάκονος· Πρόσχωμεν. Ι, Κ Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Ι, Κ Ὁ διάκονος· Σοφία. Κ Ὁ ἀναγνώστης· Τὸ προκείμενον καὶ τὴν προφητείαν. Ι Καὶ ἀνάγνωσις εἶτα

εἰς Γένεσιν. Μετὰ τὴν προφητείαν· Ὁ ἱερεύς· Εἰρήνη σοι. Ὁ διάκονος· Σοφία. Μ καὶ ἀναγινώσκει τὸν Νʹ ψαλμόν. Χ