5
ἐκμάσσουσα τὸ ἁγίασμα, στέφανον δόξης τῇ οἰκείᾳ περιέθηκεν κεφαλῇ, οὐκ ἐξ ὑλῆς φθαρτῆς καὶ γεώδους συγκείμενον, ἀλλὰ τῆς θεϊκῆς λαμπρότητος τὰς μαρμαρυγὰς ἀπαστράπτοντα.
23 Εἰ τοίνυν κατὰ Μωϋσέα «πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται,» τί ἄν τις εἴποι περὶ τῆς ἁψαμένης αὐτοῦ τοῦ Κυρίου τοῦ θυσιαστηρίου, ποίοις λόγοις κατακοσμήσομεν τῶν ἀδελφῶν τούτων τὴν ὁμόπνοιαν; Ναὶ, τούτων τὰ ἔργα νικᾷ πάντα ἐπαινόν. Ἀρκεῖ σοι, Μάρθα, ἡ τοῦ Χριστοῦ ὁμολογία εἰς στέφανον δόξης· ἀρκεῖ σοι, Λάζαρε, τὸ φίλον Χριστοῦ κληθῆναι εἰς περιουσίαν δόξης· ἐξαρκεῖ σοι, Μαρία, ἡ παρὰ θεοῦ ψῆφος. «Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἐξ αὐτῆς·»
24 Μαρία ἡ φιλήσυχος, ἡ ἰδιότροπος μέλισσα, ἡ παρὰ τοὺς λειμῶνας τῶν θείων θεωρημάτων διϊπτα μένη, ἡ μέτοικος καὶ μετανάστις ἀπὸ τοῦ πεφυρμένου βίου γενομένη καὶ πρὸς τὸν ἀτάραχον καὶ εἰρηνικοῖς πρέποντα βίον θεῖον καταντήσασα. «Ἔνθα αὔρα λεπτὴ καὶ ἐκεῖ Κύριος» κατὰ τὸν χρησμὸν Ἡλίου· ἐξ οὗ πηγάζει γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καθὼς γέγραπται ὅτι «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·» ἡ ἀκέραιος περιστερὰ, ἡ ἀναλαβοῦσα ἠρέμα τὰς πτέρυγας καὶ πρὸς τὸν ἤρεμον καὶ εὐδαίμονα τῆς γαλήνης λιμένα καταπαύσασα, δι' ἧς ἐμυήθη τὰ προφήταις καὶ δικαίοις ἐπιθύμητα. Ἰακὼβ ἀποδράσας λόγχην εὐτάραχον ἐν εὐκαιρίᾳ θεοῦ ἐπέτυχεν, καὶ στήλην μνημοσύνου, ὡς πολλάκις εἴρηται, ἤλειψεν· καὶ Μαρία πορρωτάτω διαζευχθεῖσα μιγάδων λογισμῶν καὶ συγκλύδων ἀποδρομῆς τραχυνόντων πως [τὸ] διανοίας τε καὶ νοῦ διειδέστατον κέλλιον, ἀθόλωτος θεοῦ μακαρισμῶν ἤκουσεν, καὶ τὸν ἀκράτητον κρατῆσαι διὰ σαρκὸς ἠξιώθη.
25 Ἀλλ' ἐπιπηδᾷ τῷ λόγῳ ὁ ἐν τυφλώσει Ἰουδαῖος καί φησι· μὴ βλασφήμει, χριστιανὲ, γέγραπται γάρ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, λέγει Κύριος.» Μενοῦν γε, ὦ ἄφρων, ἐν τῷ σῷ νόμῳ γέγραπται ὅτι εἶπεν Ἰακώβ· «εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή·» ζωὴ γὰρ ἀνθρώπου ὅρασις. Καὶ τούτων οὕτως ἐχόντων, οὔτε τὸν σὸν ἀκυρώσω, οὔτε τὸν ἐμὸν ἀμάρτυρον ἐάσω λόγον· οὐσίαν γὰρ θεοῦ κατανοῆσαι ἀδύνατον καὶ ἀμήχανον, θεὸν [δὲ] γνωρισθῆναι ἀνθρώποις ῥᾴδιον αὐτῷ τῷ πάντα δυναμένῳ καὶ τοῖς ἀξίοις ἑαυτὸν ἐμφανίζοντι ὡς βούλεται, γέγραπται γάρ· «ἐγὼ ἐπλήθυνα ὁράσεις καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην.»
26 Εἶδεν τοιγαροῦν θεὸν ὁ Ἰακὼβ, καὶ οὐκ ἐψεύσατο, εἶδεν δὲ ὡς ὁ ὀφθεὶς ηὐδόκησεν ὀφθῆναι· οἶδεν γὰρ θεὸς ἑαυτὸν ἐμφανίζειν [ὡς] βούλεται καὶ τὸ κώλυον αὐτὸν καὶ διεῖργον τὸ κατὰ γνώμην οὐκ ἔστιν, κἂν μὴ χωροῦσιν οὔτε οἱ ἀνώτατοι φέρειν αὐτοῦ τὴν εἰς ἄκρον δόξαν· οὕτω καὶ Μαρία εἶδεν θεὸν ἐνανθρωπήσαντα ἀτρέπτως καὶ ἐπὶ τὸν ἅγιον καὶ συμπροσκύνητον αὐτοῦ ναὸν σπονδὴν εὐωδίας ἔσπεισεν τουτ' ἔστιν αὐτὸ ἐφ' ἑαυτῷ, ἀμέριστος γὰρ ἡ ἕνωσις καὶ ἀσύγχυτον τὸ τῆς εὐσεβείας μυστήριον καὶ ἀδιαίρετος ἡ εἰς τὸν ἕνα τῆς Τριάδος Κύριον Ἰησοῦν Χριστὸν ὁμολογία.
27 Σὺ δὲ, ὦ ἀγαπητὲ, μὴ ξενίζου ἀκούων ξένον τι καὶ ἀπηχὲς παρὰ τῶν ξένων τῆς ἀληθείας· ἀδελφοὶ γάρ εἰσι τοῦ τυφλοῦ καὶ προδότου Ἰοῦδα, ἐπιμεμψαμένου ἀφρόνως τὴν θεά ρεστον τοιαύτην πρόθεσιν ἐν τῷ δείπνῳ. Ἀλλὰ τί πρὸς τοῦτον ἡ ἀδέκαστος ψῆφος; Τὸν μὲν Ἰοῦδαν ἐξελέγχει ὡς κλέπτην, τὴν δὲ ἀποδέχεται ὡς φιλόθεον, καὶ εὐεργεσίαν τὸ τελούμενον ἀναγορεύει καὶ τοῖς ἐπιφερομένοις ἀντιπαρατάττεται, καί φησι καὶ ταῦτα διὰ Ματθαίου τοῦ εὐαγγελιστοῦ· «τί κόπους παρέχετε τῇ γυναικί· ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.» Καὶ ἀντιταλαντεύω τῇ ἀγαπήσει τῆς τοιαύτης ἐργασίας τὴν αἰώνιον μνήμην· «ὅπου γὰρ ἂν κηρυχθῇ τὸ