1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

5

πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, 84 τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν· καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει, τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό85 ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόντων με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ