1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

θεωρημάτων τῆς μωρανθείσης σοφίας. 28 4, 8 ἔστιν εἷς καὶ οὐκ ἔστιν δεύτερος, καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν Εἴ τις οὐκ ἔχει ἀδελφόν, οὗτος υἱοθεσίας οὐκ εἴληφε πνεῦμα, καὶ εἴ τις οὐκ ἔστι πατήρ, οὗτός ἐστι πονηρός· «οὐ γὰρ μὴ γένηται, φησίν, ἔγγονα πονηροῖς.» Εἰκότως δὲ ὁ τοιοῦτος οὐδ' ἐμπίπλαται κακίας στερίσκων τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ γνώσεως θεοῦ. Πατέρα δὲ ἐνταῦθα λέγω καὶ ἀδελφὸν κατὰ τὴν ἔννοιαν τῆς γραφῆς· οὐ γὰρ ἀγνοῶ τὰς τεθείσας προτάσεις ὡς οὐκ ἀληθεύουσιν ἐπὶ τῶν αἰσθητῶν ἀδελφῶν καὶ πατέρων τιθέμεναι. Εἰ δέ τις βούλοιτο καὶ τὴν ψιλὴν ἔννοιαν τούτων τῶν ῥητῶν ἐκλαβεῖν, πάνυ καταγνώσεται τῶν ἀτέκνων πλουσίων καὶ σπουδαζόντων ἑαυτοῖς ἐκπορίζειν πλῆθος χρημάτων, μάλιστα εἰ καὶ δυσπρόσιτοι εἶεν τοῖς φίλοις· ἀληθεύει γὰρ πάνυ τὰ ῥήματα ταῦτα κατὰ τῶν ἀνθρώπων λεγόμενα. 29 4, 11 καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ; Ἄνευ κυρίου οὐκ ἄν τις γένοιτο τῷ πνεύματι ζέων· «ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν.» 30 4, 12 καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται Ἐγὼ νομίζω τὸν ἐπικραταιούμενον ἕνα τὸν πονηρὸν εἶναι οὗ κατέναντι ἵστανται οἱ δύο, ὅ τε ἄνθρωπος καὶ ὁ ἄγγελος τοῦ θεοῦ, ἵνα τὸν διάβολον νικήσας ὁ ἄνθρωπος καταξιωθῇ γνώσεως θεοῦ καὶ γένηται ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορρηγνύμενον. Ἔστι δὲ τοῦτο σαφῶς μαθεῖν καὶ παρὰ τοῦ πατριάρχου Ἰακὼβ ὃς τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλογῶν φησιν· «ὁ ἄγγελός μου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα.» Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ ∆αυὶδ κείμενον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 31 Σπαρτίον ἔντριτόν ἐστι νοῦς ἀπαθὴς πνευματικῆς πληρούμενος γνώσεως ἢ νοῦς σοφὸς ἄγγελον θεοῦ παρεπόμενον ἔχων. Εὖ δὲ καὶ τὸ μὴ φάναι αὐτὸν «οὐκ ἀπορραγή σεται», ἀλλ' «οὐ ταχέως ἀπορραγήσεται»· τρεπτὴ γάρ ἐστιν ἡ φύσις ἡ λογική. 32 4, 13 ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι Παῖς ἐστιν ὁ τὴν ἐκ νεότητος διδασκαλίαν φυλάξας, πρεσβύτερος δὲ ὁ καταλελοιπὼς τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπιλαθόμενος διαθήκης καὶ γεγηρακὼς τῇ κακίᾳ· καὶ ὁ μὲν πρότερός ἐστι τοῦ Χριστοῦ, ὁ δὲ δεύτερος τοῦ πονηροῦ. 33 4, 14 ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης Οἶκος δεσμίων ἐστὶν ὁ κόσμος ὁ αἰσθητός, ἐν ᾧ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». 34 4, 17 φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν «Οὐκ οἴδασι πῶς προσκόπτουσιν», μηδ' αὐτὸ τοῦτο εἰδότες ὅτι παρανομοῦσιν.

35 5, 1 μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι

λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. 5, 2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.» Ἢ τάχα νῦν οὐ τοῦτο βούλεται λέγειν, προστάσσει δὲ μὴ ἀπερισκέπτως θεολογεῖν· οὐ γὰρ δυνατὸν τὸν ἐν αἰσθητοῖς ὄντα καὶ ἀπὸ τούτων λαμβάνοντα τὰ νοήματα περὶ τοῦ ὄντος ἐν τοῖς νοητοῖς θεοῦ καὶ πᾶσαν διαφεύγοντος αἴσθησιν ἀπταίστως διαλεχθῆναι. ∆ιὰ τοῦτό φησι· «καὶ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι», τουτέστιν ἀληθεῖς καὶ περιεσκεμμένοι· τὸ γὰρ ὀλίγον τοιοῦτόν τι σημαίνειν μοι φαίνεται, ὡς καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον