1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

5

ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά· ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά· «βορέας γάρ, φησίν, σκληρὸς ἄνεμος· ὀνόματι δὲ ἐπιδέξιος καλεῖται», βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. 54 4, 27β αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου· τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει Συμφωνεῖ τούτοις τὸ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον» καὶ «φυλάξῃ πόλιν» καὶ ἑξῆς.

55 5, 3 μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων

γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, 5, 4 ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου Τὸ λίπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία, ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. 56 5, 5.1-2 τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. 57 Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ ∆αυὶδ λέγων· «καταβήτωσαν εἰς ᾅδου ζῶντες.» 58 5, 6 ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται· σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ «οὐκ οἴδασι πῶς προσκόπτουσιν». 59 5, 8 μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν· μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν. Ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. 60 5, 9 ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· «ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή.» 61 5, 11.2 ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου ∆ιὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τὰς τοῦ Χριστοῦ καὶ τὸ αἷμα καταναλίσκουσι κοινὸν αὐτὸ ἡγησάμενοι· «ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.» 62 5, 14 παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. 63 5, 15 πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή. Τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς βαθὺ φρέαρ εἶναι δοκεῖ, τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή. Οὕτω καὶ ὁ σωτὴρ «ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη». Ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· «κύριε γάρ, φησίν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.» 64 5, 18 ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου Εἰ ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἡ γνῶσις ἄρα τοῦ θεοῦ ἀπ' ἀρχῆς ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· «υἱὲ γάρ, φησί, μή σε καταλάβῃ βουλὴ κακή»-τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον- , «ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη.» Λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι, ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη καὶ ζωῆς θάνατος δεύτερος. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτιπερ ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή. Μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας. Γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε «ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν». Ἀδελφὴ δὲ ὅτι