1

 2

 3

 4

 5

 6

5

τοῖς τάφοις μεγαλοφρονεῖν, ἢ τοῖς μύθοις. Ἐγὼ δὲ πειρῶμαι, ὡς οἷόν τε, ἀνακαθαίρειν ἐμαυτὸν τῆς ἀπάτης, ἵν' ἢ φυλάξω τὴν εὐγέ νειαν, ἢ ἀνακαλέσωμαι.

ΙΓ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ' αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπι πηδώντων ταῖς προστασίαις, ἀλλὰ κληθεὶς, καὶ βια σθεὶς, καὶ κατακολουθήσας φόβῳ καὶ Πνεύματι. Ἢ μακρότερα πολεμηθείην ἐνταῦθα διακενῆς, καὶ μη δένα τῆς πλάνης ἐλευθερώσαιμι, ἀλλ' οἱ ἀτεχνίαν τῆς ἐμῆς κατευχόμενοι ψυχῆς ἐπιτύχοιεν, εἰ ψευδὴς ὁ λό γος. Ἐπεὶ δὲ ἦλθον, καὶ ἴσως οὐ μετὰ φαύλης τῆς ἐξ ουσίας (ἵνα μικρόν τι καυχήσωμαι τῶν τῆς ἀφροσύ νης), τίνα τῶν ἀπλήστων ἐμιμησάμην; τί τοῦ καιροῦ παρεζήλωσα, καίτοιγε τοιαῦτα ἔχων τὰ ὑποδείγματα, ὧν καὶ δίχα, μὴ κακὸν εἶναι τῶν χαλεπῶν καὶ σπανίων; Τίνων Ἐκκλητιῶν ὑμῖν ἠμφισβητήσαμεν; Ποίων χρημάτων, καίτοιγε τοῖς ἀμφότερα πλουτοῦσιν ὑπὲρ τὴν χρείαν, οἱ δὲ ἐνδεεῖς ἀμφότερα; Ποῖον βα σιλικὸν δόγμα διαπτυσθὲν ἐζηλοτυπήσαμεν; Τί νας ἀρχόντων ἐθεραπεύσαμεν καθ' ὑμῶν; Τίνων θρα σύτητα κατεμηνύσαμεν; Τὰ δὲ εἰς ἐμὲ, τίνα; 36.232 Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφά νου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημού μενοι παρακαλοῦμεν.

Ι∆ʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδι κῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ' ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπι είκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ' ὑμᾶς λογισμοῖς χρώμε νος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χρι στοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι' ὃν οἱ κίνδυνοι; Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι' οὗ καὶ μαν θάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι' οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς τῆς χολῆς, ἑνὸς ὄξους, δι' ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας. Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σιν δόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σο δομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃ στὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδει σον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλ ανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ πα θημάτων, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;

ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζο μαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολ λάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους, 36.233 ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ' οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ' οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν. Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς, δι' ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φο βοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γι νώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν