1

 2

 3

 4

 5

 6

 7

5

κάτω συγχύσεως ἐπισκοτούσης τῇ διανοίᾳ· τίνα δὲ τοῦ μέλλοντος αἰῶνος, καὶ τῆς ἐκεῖθεν ἐλευθερίας· ἵνα τὰ μὲν στέργωμεν τέως, τοῖς δὲ καθαιρώμεθα ὡς ὕστερον τελεσθησόμενοι καὶ στησόμενοι τῆς ἐφέσεως; Οὐ διαιρήσομεν ἐν ἡμῖν αὐτοῖς, τίνα μὲν οὐδὲ ζητητέον παντάπασι, τίνα δ' ὑπὲρ ὧν μετρίως, τίνα δὲ συγχωρητέον καὶ παρετέον τοῖς φιλέρι σιν, ὅπως ἂν ἔχῃ, ὡς οὐδὲν τὸν λόγον ἡμῶν πα ραβλάπτοντα; Καὶ τίνα μὲν τῇ πίστει δοτέον μόνῃ, τίνα δὲ καὶ τοῖς λογισμοῖς; Ὑπὲρ δὲ τίνων καὶ πο λεμητέον ἐκθύμως. λογικῶς, ἀλλ' οὐχ ὁπλιτικῶς; Τὸ γὰρ καὶ χεῖρας ἀνταίρειν, παντελῶς ἔξω τῆς ἡμε τέρας αὐλῆς, καὶ τοῖς μισοῦσιν ἡμᾶς ἀποῤῥιπτέον.

ΙΒʹ. Οὐχ ἕνα μὲν ὅρον εὐσεβείας ἡγησόμεθα, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητά τε καὶ δύναμιν, μηδὲν ὑπερσέβοντες, μηδὲ ὑποσέβοντες (ἵνα μικρόν τι καὶ αὐτὸς μιμήσωμαι τοὺς περὶ ταῦτα σοφούς· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ ἀσεβὲς), μηδὲ μέγεθος ἓν ὀνομάτων καινότησι διακόπτοντες; Οὐδὲν γὰρ ἑαυτοῦ μεῖζον, ἢ ἔλαττον. Τούτου γοῦν ὡρισμένου, καὶ τἄλλα ὁμονοήσομεν, οἱ γοῦν τῆς αὐ τῆς Τριάδος, καὶ τοῦ αὐτοῦ σχεδὸν δόγματός τε καὶ σώματος· τάς τε περιττὰς καὶ ἀχρήστους παραφυά δας καὶ παρεξόδους τῶν νῦν ζητημάτων, ὥσπερ τι νόσημα κοινὸν, ἐκκόψομέν τε καὶ ἀναιρήσομεν. Ἢ οὐκ ἤρκει μοι (τὰ γὰρ ἔτι πόῤῥωθεν ἐῶ λέ γειν) τὸ Μοντανοῦ πονηρὸν πνεῦμα κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡ Νοβάτου θρασύτης, εἴτ' 35.1145 οὖν ἀκάθαρτος καθαρότης, τῇ τοῦ ῥήματος εὐ πρεπείᾳ τοὺς πολλοὺς δελεάζουσα· καὶ ἡ Φρυγῶν εἰσέτι καὶ νῦν μανία, τελούντων τε καὶ τελουμένων μικροῦ τοῖς παλαιοῖς παραπλήσια· καὶ ἡ Γαλατῶν ἄνοια πλουτούντων ἐν πολλοῖς τῆς ἀσεβείας ὀνόμασι, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, καὶ ἡ τῶν νῦν σοφιστῶν ἐντεῦθεν ὑποδιαίρεσις, τοσοῦτον διαφερόντων, ὅσον γλῶσσα λάλος τῆς ἀργοτέρας; Ἀλλ' ἔτι καὶ ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς σχεδόν τι διαφερόμεθα, οἱ περὶ τὸ κε φάλαιον ὑγιαίνοντες, καὶ ὑπὲρ τῶν αὐτῶν καὶ πρὸς τοὺς αὐτοὺς στασιάζοντες.

ΙΓʹ. Λέγω δὴ τὴν ἔναγχος ἡμῖν ἐπαναστᾶσαν ζυ γομαχίαν ἀδελφικὴν, ἐξ ἧς καὶ Θεὸς ἀτιμάζε ται, καὶ ἄνθρωπος. Ὁ μὲν οὐδὲ γεννηθεὶς ὑπὲρ ἡμῶν ὅλως, οὐδὲ τῷ σταυρῷ προσηλωθείς· δῆλον δὲ, ὅτι οὔτε ταφεὶς, οὔτε ἀναστὰς, ὅ τισιν ἔδοξε τῶν κακῶς φιλοχρίστων· ἀλλ' ἐνταῦθα μόνον τι μώμενος, οὗ τὸ τῆς τιμῆς ἀτιμία καθέστηκε, καὶ διὰ τοῦτο εἰς δύο υἱοὺς τεμνόμενος, ἢ συντιθέ μενος· ὁ δὲ οὐ τελέως προσλαμβανόμενος, ἢ τιμώ μενος, ἀλλὰ τῷ μεγίστῳ παραῤῥιπτούμενος καὶ ἀποξενούμενος, εἴπερ μέγιστον ἐν ἀνθρώπου φύσει τὸ κατ' εἰκόνα, καὶ ἡ τοῦ νοῦ δύναμις. Ἐχρῆν γὰρ, ἐπειδὴ θεότης ἥνωται, διαιρεῖσθαι τὴν ἀνθρω πότητα, καὶ περὶ τὸν νοῦν ἀνοηταίνειν τοὺς τἄλλα σοφούς· καὶ μὴ ὅλον με σώζεσθαι, ὅλον πταίσαντα καὶ κατακριθέντα ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς, καὶ κλοπῆς τοῦ ἀντικειμένου· ὡς ἐλατ τοῦσθαι τῷ μὲν Θεῷ τὴν χάριν, ἡμῖν δὲ τὴν σωτη ρίαν. Οὐ μόνον δὲ, ἀλλ' ὅτι καὶ ὑπὲρ ἀνθρώπων ἡμῖν ὁ πόλεμος τοῖς παρὰ Θεοῦ σεσωσμένοις, καὶ τοσοῦτον τὸ περιὸν ἡμῖν τοῦ στασιώδους, ὥστε καὶ ταῖς τῶν ἄλλων φιλοτιμίαις τοῦτο ἐχρήσαμεν, καὶ ὑπὲρ ἀλλοτρίων θρόνων ἰδίας ἔχθρας ἀναιρούμεθα· δύο τὰ μέγιστα περὶ ἓν ἐξαμαρτάνοντες, ἐκείνων τε τὸ φίλ αρχον ὑπεκκαίοντες, καὶ αὐτοὶ τοῦ οἰκείου πάθους ἔρεισμα τοῦτο λαμβάνοντες, καθάπερ οἱ κρημνιζό μενοι τὰς πλησίον πέτρας, ἢ τῶν θάμνων τὰς στεῤ ῥοτέρας. 35.1148

Ι∆ʹ. ∆έον κἀκείνους ποιεῖν διὰ τῆς ἑαυτῶν ἀπρα γμοσύνης ἀσθενεστέρους. Οὕτω γὰρ ἂν μᾶλλον αὐ τοῖς, ἢ πολεμοῦντες ὑπὲρ αὐτῶν ἐχαριζόμεθα. Νῦν δὲ οἱ μὲν συμμαχοῦσι καὶ συμμαχοῦνται λίαν ἐλεεινῶς, ὡς γοῦν ἐμοὶ δοκεῖ· ὥστε καὶ εἰς δύο μοίρας ἀντιπάλους ἤδη τὸν κόσμον ἀποκριθῆναι, καὶ τοῦτο σὺν πόνῳ μόγις, καὶ κατὰ μικρὸν συναχθέντα, καὶ πολλῶν αἵμασιν. Ὅσον δὲ εἰρηνικόν τε καὶ μέσον, ὑπ' ἀμφοτέρων πάσχει κακῶς, ἢ καταφρονούμενον, ἢ καὶ πολεμούμενον. Ὧν καὶ ἡμεῖς