1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ 35.873 ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ' ὅστις μὴ πικρῶς ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ' αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναν τίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστή ριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανη γυρίζοντες, ἵν' ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώ πους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βού λοιντ' ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευ ταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μη δενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι, προστίθεσθαι. Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φωνῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάν τες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρή νους δημοσιεύσαντες.

ΙΓʹ. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰ κτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται μετ' ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι, καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πά θους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμ βροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ τοσοῦτον οὐ συμπατούμενοι, παρ' ὅσον καὶ ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱε ροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώ ποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νική σει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέ λωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον. 35.876

Ι∆ʹ. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βού λησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόνα μεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλη σίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον· μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ' εἰκόνα καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύ ματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λο γίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων· ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα δι ήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συναν ιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν.

ΙΕʹ. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνο μα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βα στάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ ἡμετέρου φυράματος, τοῦ δι' ἡμᾶς πτωχεύσαντος τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα