5
ξένοι, φίλοι. τίς γὰρ πεσούσης οὐ ξυλεύεται δρυός; Ἐγὼ δ', ὅσον μὲν ἧκεν εἰς ἐμὸν λόγον, οὔποτ' ἂν ἔδεισα πραγμάτων ἐπιδρομάς· πτηνὸν γάρ εἰμι ῥᾳδίως μετάρσιον. ὅμως δ' ἀνάγκη πάντα τῷ καλῷ πατρί συνδιαφέρειν, καὶ χρηστὰ καὶ τἀναντία, κοινωνὸν ὄντα πραγμάτων, οὐ χρημάτων. ὡς δ' οἱ βάσιν τὸ πρῶτον οὐ πεπηγότες ἅπαξ ὀλισθήσαντες εἰς κρημνοῦ βάθος πίπτουσιν, οὐκέτ' ὄντες αὑτῶν ἐγκρατεῖς, οὕτως ἔμοιγε τῶν κακῶν γεγευμένῳ ἄλλοις ἔπ' ἄλλο δεινὸν ἐξηγείρετο. Ἧκέν ποθ' ἡμῖν-τἀμμέσῳ σιγήσομαι, τοῦ μὴ δοκεῖν βλάσφημον ἐκφέρειν λόγον κατ' ἀνδρός, ὃν νῦν εὐλογῶν ἐπαυσάμην- ἀλλ' ἧκεν ἡμῖν τῶν φίλων ὁ φίλτατος, Βασίλειος-οἴμοι τῶν λόγων· ἐρῶ δ' ὅμως-, ἄλλος πατήρ μοι φορτικώτερος πολύ· τὸν μὲν γὰρ ἐχρῆν καὶ τυραννοῦντα στέγειν, τὸν δ' οὐκ ἀνάγκη τῆς ἑταιρίας χάριν βλάβην φερούσης, οὐκ ἀπαλλαγὴν κακῶν. οὐκ οἶδ' ἐμαυτοῦ τὰς ἁμαρτίας πλέον, αἳ πολλὰ δή με πολλάκις δεδήχασιν, μέμψωμ', ὑπερζέοντος ὡς ἀεὶ νέου τοῦ συμπεσόντος, ἢ σὲ τῆς ἐπάρσεως, ἀνδρῶν ἄριστε, ἣν δέδωκεν ὁ θρόνος; ὡς τῶν γε λοιπῶν εἵνεχ', ἱλήκοις λόγῳ, τάχ' οὐδ' ἂν αὐτὸς ἠξίους ὑπερζυγεῖν· οὔκουν τὸ πρόσθεν, ὦ φέριστ', οὐδ' ἠξίους· εἰ δ' ἠξίους, τυχόν σε τῶν εὖ εἰδότων ἄμφω κατέσχεν ἄν τις εὐγνώμων κριτής. τί οὖν πέπονθας; πῶς τοσοῦτον ἀθρόως ἔρριψας ἡμᾶς; ὡς ὄλοιτ' ἐκ τοῦ βίου νόμος φιλίας οὕτω σεβούσης τοὺς φίλους. λέοντες ἦμεν ἐχθές, ἀλλὰ σήμερον πίθων ἔγωγε· σοὶ δὲ μικρὸν καὶ λέων. εἴ τοί γε πάντας-φθέγξομ' ὑψηλὸν λόγον- οὕτως ἑώρας τοὺς φίλους, οὐ χρῆν γ' ἐμέ, ὃν καὶ φίλων ἔμπροσθεν ἦγες ἦν ὅτε, πρὶν ἦς ὑπερνεφῶν τὰ πάντ' ἔχων κάτω. Τί, θυμέ, βράζεις; εἶργε τὸν πῶλον βίᾳ. πρὸς νύσσαν αὖθις οἱ λόγοι. ἐκεῖνος ἦν ψεύστης ἔμοιγε, τἆλλα δ' ἀψευδέστατος, ὅς μου λέγοντος ταῦτ' ἀκούσας πολλάκις, ὡς νῦν μὲν οἰστὰ πάντα, κἂν χείρω πέσῃ, εἰ δ' ἐκλίποιεν οἱ τεκόντες τὸν βίον, κἀμοὶ τὰ πράγματ' ἐκλιπεῖν ἅπας λόγος, ὡς ἄν τι κερδάναιμι τῆς ἀνεστίου ζωῆς πολίτης ῥᾷστα ὢν παντὸς τόπου- ταῦτ' οὖν ἀκούων καὶ συναινῶν τῷ λόγῳ ὅμως βιάζετ' εἰς ἐπισκοπῆς θρόνον, αὐτὸς πατήρ τε δίς με τοῦτο πτερνίσας. Μήπω ταραχθῇς, πρὶν ἂν ἐκμάθῃς τὸ πᾶν. εἰ πλεῖστον ἐσκέψαντο δυσμενεῖς χρόνον, ὅπως ἀτιμάσαιεν, οὐκ ἄλλον τινά εὑρεῖν ἂν αὐτοὺς οἴομ' ἢ τὸν νῦν τρόπον. ποθεῖς ἀκοῦσαι; πάντες οὐκ ἐροῦσί σοι, ὅσοις τὸ πρᾶγμ' ἔδοξε τῶν οὐκ ἐνδίκων; ἐγὼ μὲν οἷον ἐμπαρέσχον τῷ φίλῳ ἐμαυτόν, οἶδε Πόντος, οἶδε καὶ πόλις ἡ Καισαρέων καὶ πάντες οἱ κοινοὶ φίλοι. μικροπρεπὲς γὰρ ταῦτ' ὀνειδίζειν ἐμέ. τὸν μὲν γὰρ εὖ παθόντα μεμνῆσθαι πρέπει, ὧν εὖ πέπονθε, τὸν δράσαντα δ' οὐδαμῶς. ὁ δ' οἷος ἡμῖν, πειθέτω τὰ πράγματα. Σταθμός τίς ἐστιν ἐν μέσῃ λεωφόρῳ τῆς Καππαδοκῶν, ὃς σχίζετ' εἰς τρισσὴν ὁδόν, ἄνυδρος, ἄχλους, οὐδ' ὅλως ἐλεύθερος, δεινῶς ἀπευκτὸν καὶ στενὸν κωμύδριον. κόνις τὰ πάντα καὶ ψόφοι καὶ ἅρματα, θρῆνοι, στεναγμοί, πράκτορες, στρέβλαι, πέδαι, λαὸς δ' ὅσοι ξένοι τε καὶ πλανώμενοι. αὕτη Σασίμων τῶν ἐμῶν ἐκκλησία· τούτοις μ' ὁ πεντήκοντα χωρεπισκόποις στενούμενος δέδωκε- τῆς εὐψυχίας- καὶ ταῦθ', ἵν' ἁρπάζοντος ἄλλου πρὸς βίαν περικρατήσῃ τὴν καθέδραν καινίσας. ἡμεῖς γὰρ αὐτῷ τῶν ἀρηΐων φίλων τὰ πρῶτα-καὶ γὰρ ἦμεν ἄλκιμοί ποτε, καὶ δεινὸν οὐδὲν τραύματ' ηὐλογημένα. πρὸς τοῖς γὰρ ἄλλοις, οἷς ἀπηριθμησάμην, οὐδ' ἦν ἀναιμωτί γε τοῦ θρόνου κρατεῖν· μεταίχμιον γὰρ ἀντεπισκόπων δύο τοῦτ' ἦν, συνερρώγει τε δεινός τις μόθος, οὗ δημιουργὸς ἡ τομὴ τῆς πατρίδος δύω πόλεις τάξασα μικρῶν μητέρας. ψυχαὶ πρόφασις, τὸ δ' ἔστιν ἡ φιλαρχία· ὀκνῶ γὰρ εἰπεῖν, οἱ πόροι τε καὶ φόροι, ἐξ ὧν δονεῖται πᾶς ὁ κόσμος ἀθλίως. Τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; στέργειν; δέχεσθαι τῶν κακῶν τὰς ἐμβολάς; βάλλεσθ' ἀωρί; συμπνίγεσθαι βορβόρῳ; μηδ' ἔνθα θείην εὐπορεῖν γῆρας τόδε ἀεὶ βιαίως ἐκ σκέπης ὠθούμενον; μηδ' ἄρτον ἕξων τῷ ξένῳ διακλάσαι, πένης πένητα λαὸν εὐθύνειν λαχών, ὧν μὲν κατορθώσαιμι, μηδὲ ἓν βλέπων, ὧν δ' αἱ πόλεις ἔχουσιν, εὐπορῶν κακῶν, τρυγῶν ἀκάνθας, οὐκ ἀπανθίζων ῥόδα, τὰ δεινὰ