5
ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλ πισθεῖσι, πείρᾳ μαθοῦσα τοῦ Θεοῦ τὸ φιλόδωρον. Τῷ δὲ συνείργει μὲν πρὸς σωτηρίαν καὶ ὁ λογισμὸς, κατὰ μικρὸν τὴν θεραπείαν παραδεχόμενος· συνείργει δὲ καὶ ὀνειράτων ὄψις, οἷς εὐεργετεῖ πολλάκις Θεὸς ψυχὴν ἀξίαν τοῦ σώζεσθαι. Ἀλλὰ τίς ἡ ὄψις; Ἐνταῦθά μοι καὶ τὸ τοῦ διηγήματος ἥδιστον· Ἔδοξεν, ὃ μήπω πρότερον, καίτοι πολλάκις τῆς γυναικὸς ἱκετευούσης καὶ δεομένης, ψάλλειν ἐκ τῶν τοῦ θείου ∆αβὶδ ἐκεῖνο τὸ μέρος· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Καὶ ἡ ψαλμῳδία ξένη, καὶ ὁ πόθος τῇ ᾠδῇ συνεισ έρχεται. Καὶ ὡς ἤκουσεν ἡ τῆς εὐχῆς ἐπιτυχοῦσα, τὸν καιρὸν ἁρπάζει, ὑποκριναμένη τε τὴν ὄψιν πρὸς τὸ ἥδιστον μετὰ τῆς ἀληθείας, καὶ τῇ χαρᾷ δηλοῦσα τῆς εὐεργεσίας τὸ μέγεθος, καὶ τὴν σωτη ρίαν ἐπιταχύνουσα, μή τι παρεμπεσὸν ἐμποδίσῃ τῇ κλήσει, καὶ λύσῃ τὸ σπουδαζόμενον. Καὶ δὴ συμβὰν τηνικαῦτα πλείους ἀρχιερεῖς ἐπὶ τὴν Νικαίαν σπεύδειν, ἵνα κατὰ τῆς Ἀρείου στῶσι μανίας, ἄρτι τοῦ κακοῦ φυομένου, καὶ τὴν θεότητα τέμνον τος, δίδωσι μὲν ἑαυτὸν τῷ Θεῷ καὶ τοῖς κήρυξι τῆς ἀληθείας, καὶ τὸν πόθον ὁμολογεῖ, καὶ ζητεῖ παρ' αὐτῶν τὴν κοινὴν σωτηρίαν, ὧν εἷς Λεόντιος ἦν ὁ πάνυ, ὁ τότε τῆς καθ' ἡμᾶς μητροπόλεως ἐξ ηγούμενος. Ὃ δὲ κἀνταῦθα παρὰ τῆς χάριτος ἀπήν τησε θαῦμα, σφόδρα ἂν ἀδικοίην τὴν χάριν, εἰ σιωπῇ παρέλθοιμι· μάρτυρες δὲ οὐκ ὀλίγοι τοῦ θαύματος· Πλανῶνταί τινα πλάνην πνευματικὴν οἱ τῆς ἀκριβείας διδάσκαλοι, καὶ προτυποῖ τὸ μέλλον ἡ χά ρις, καὶ τύπος ἱερωσύνης τῇ κατηχήσει μίγνυται. Ὢ τῆς ἀκουσίου μυήσεως! Ἐπὶ γὰρ γόνυ κλιθεὶς, οὕτω τοῖς λόγοις τῆς κατηχήσεως καταρτίζεται, ὥστε πολλοὺς τῶν παρόντων προφητεῦσαι τὸ μέλλον, οὐ τῶν ὑψηλοτέρων μόνον, ἀλλὰ καὶ τῶν ταπεινοτέ ρων εἰς σύνεσιν, οὐκ ἀμυδροῖς σημείοις πιστωθέντας πρὸς τὸ ἐσόμενον.
ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται· παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λό γον· ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπι στον. Πρόσεισι μὲν τῇ δι' ὕδατος ἀναγεννήσει 35.1001 καὶ Πνεύματος, δι' ἧς ὁμολογοῦμεν Θεῷ τὴν τοῦ κατὰ Χριστὸν ἀνθρώπου μόρφωσίν τε καὶ τελείωσιν, καὶ τοῦ χοϊκοῦ πρὸς τὸ πνεῦμα μετάθεσιν καὶ ἀνάπλασιν· καὶ πρόσεισι μετὰ θερμῆς τῆς ἐπιθυμίας, καὶ λαμ πρᾶς τῆς ἐλπίδος, τῷ λουτρῷ προκαθήρας ἑαυ τὸν εἰς δύναμιν, καὶ ψυχῇ καὶ σώματι καθαγνίσας πολλῷ μᾶλλον, ἢ οἱ τὰς πλάκας παρὰ Μωϋσέως δέξασθαι μέλλοντες. Τοῖς μὲν γὰρ μέχρις ἐσθῆτος ὁ ἁγνισμὸς, καὶ γαστρὸς μικρὰ στένωσις, καὶ σωφρο σύνη τις σχέδιος· τῷ δὲ πᾶς ὁ ἐν μέσῳ βίος παρασκευὴ τῆς ἐλλάμψεως ἦν, καὶ πρὸ τῆς καθάρσεως κάθαρσις ἀσφαλιζομένη τὴν δωρεὰν, ἵνα ἡ τελειότης τῇ καθαρότητι πιστευθῇ, καὶ μὴ κινδυνεύσῃ τὸ ἀγαθὸν ἐν ἕξει τολμώσῃ μετὰ τῆς χάριτος. Ἐξελθόντα δὲ αὐτὸν ἐκ τοῦ ὕδατος, φῶς περιαστρά πτει καὶ δόξα τῆς διαθέσεως ἀξία, μεθ' ἧς προσῆλθε τῷ χαρίσματι τῆς πίστεως· ἔστι μὲν οἷς καὶ τῶν ἄλλων ἐπίδηλος, οἳ τότε μὲν σιωπῇ τὸ θαῦμα κατ έσχον, ἐξειπεῖν οὐ θαῤῥήσαντες (καὶ γὰρ αὐτοῦ μόνου ταύτην εἶναι τὴν ὄψιν ἕκαστος ᾤετο), μικρὸν δὲ ὕστερον ἀλλήλοις διέδωκαν· τῷ δὲ βαπτιστῇ καὶ τε λειωτῇ τοσοῦτον ἐναργής τε καὶ γνώριμος, ὥστε μηδὲ κατασχεῖν δυνηθῆναι τὸ μυστήριον, ἀλλὰ καὶ δημοσίᾳ ῥῆξαι φωνὴν, ὅτι τὸν ἑαυτοῦ διά δοχον τῷ πνεύματι χρίσειεν.
Ι∆ʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μι κρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμε νος, ἐκ τῆς βάτου καλεῖται, καιομένης μὲν, οὐκ ἀνα λισκομένης δὲ, μᾶλλον δὲ τοῦ ἐν τῇ βάτῳ φανταζο μένου, καὶ πιστοῦται τῷ πρώτῳ θαύματι· Μωϋσῆς ἐκεῖνος, ᾧ θάλασσα τέμνεται, καὶ ἄρτος ὕεται, καὶ πέτρα πηγάζει, καὶ στύλος πυρὸς καὶ νεφέλης ὁδη γοῦσι, μετ' ἀλλήλων ἱστάμενοι, καὶ χειρῶν ἔκ τασις τρόπαιον ἵστησι, καὶ νικᾷ