1

 2

 3

 4

 5

 6

 7

 8

5

σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πέ νητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούμενοι, καὶ οὐ καλῷ τὸ κακὸν ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες· ἢ νηστείαις μὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαμευνίας παρῆκε φάρμακον· ἢ τοῦτο μὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθημα, ὕπνῳ δὲ μέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν· ἢ τοῦτο μὲν ἐνομοθέτησεν ὥσπερ ἀσώματος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώματι, ὃ δὴ μάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισμα· ἢ τοῦτο μὲν οὐ μόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλμῳδίας δὲ τόνον ἔμφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢ ἀνάπτυ ξιν, ἢ μνήμην εὔκαιρον, ἢ κλίσιν γονάτων κατ εσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συμπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ μετάρσιον· ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο; Ἀλλ' ἐκεῖ νο μέγα μὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ μὲν ἐζήλου 35.805 τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος· καὶ τὸ μὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ' ἕν τι τούτων ἔσχε τὸ ἁμιλλώ μενον, ἀλλὰ τῷ γε μία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω μὲν τὰ πάντα κατορθώ σασα, ὡς οὐδεὶς ἄλλος ἓν καὶ μετρίως· οὕτω δ' εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἓν ἐξαρκεῖν καὶ μόνον.

Ι∆ʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασαμένου νεκρωθῆναι καὶ πρὸ τῆς διαζεύξεως, ἵν' ἐλευθερίαν λάβῃ ψυχὴ, καὶ μὴ παραποδίζηται ταῖς αἰσθήσεσιν! Ὢ νυκτῶν ἀΰπνων, καὶ ψαλμῳδίας, καὶ στάσεως ἐξ ἡμέρας εἰς ἡμέραν ἀπο ληγούσης! Ὢ ∆αβὶδ, ταῖς πισταῖς μόνον ψυχαῖς οὐ μακρὰ μελῳδήσας! Ὢ μελῶν ἁπαλότητος ἐπὶ γῆς ἐῤῥιμμένων, καὶ παρὰ τὴν φύσιν τραχυνομένων! Ὢ πηγαὶ δακρύων σπειρομένων ἐκ θλίψεως, ἵν' ἐν ἀγαλλιάσει θερίσαιεν! Ὢ βοῆς νυκτερινῆς νε φέλας διερχομένης, καὶ φθανούσης πρὸς τὸν οὐρά νιον! Ὢ θερμότητος πνεύματος, κυνῶν κα τατολμώσης νυκτερινῶν δι' ἐπιθυμίαν εὐχῆς, καὶ κρυμῶν, καὶ ὑετῶν, καὶ βροντῶν, καὶ χαλάζης, καὶ ἀωρίας! Ὢ γυναικεία φύσις τὴν ἀνδρείαν νικήσασα διὰ τὸν κοινὸν ἀγῶνα τῆς σωτηρίας, καὶ σώματος διαφορὰν οὐ ψυχῆς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἐλέγξασα! Ὢ τῆς μετὰ λουτρὸν ἁγνείας, καὶ τῆς νύμφης Χριστοῦ ψυχῆς ἐν καθαρῷ νυμφῶνι τῷ σώματι! Ὢ πικρὰ γεῦσις, καὶ Εὔα μῆτερ καὶ γένους καὶ ἁμαρ τίας, καὶ ὄφι πλάνε καὶ θάνατε, τῇ ἐκείνης ἐγκρα τείᾳ νενικημένα! Ὢ Χριστοῦ κένωσις, καὶ δού λου μορφὴ, καὶ παθήματα, τῇ ἐκείνης νεκρώσει τετι μημένα!

ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνο οῦντας; Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχειρα· καὶ γάρ μοι ποθεῖν πά λαι δοκεῖτε καὶ ζητεῖν ἐν τῷ λόγῳ, οἱ τὰ ἐκείνης καλῶς εἰδότες, οὐ τὰ παρόντα μόνον, οὐδὲ οἷς νῦν ἐκεῖθεν ἀγάλλεται, ἃ κρείττω καὶ διανοίας, καὶ ἀκοῆς ἀνθρωπίνης, καὶ ὄψεως, ἀλλὰ καὶ οἷς ἐντεῦθεν αὐτὴν ὁ δίκαιος μισθαποδότης ἠμείψατο· ἐπεὶ καὶ τοῦτο ποιεῖ πολλάκις εἰς οἰκοδομὴν τῶν ἀπίστων, τοῖς μι κροῖς τὰ μεγάλα πιστούμενος, καὶ τοῖς ὁρωμένοις τὰ 35.808 μὴ ὁρώμενα. Ἐρῶ δὲ τὰ μὲν γνώριμα τοῖς πᾶσι, τὰ δὲ ἀπόῤῥητα τοῖς πολλοῖς· καὶ τοῦτο ἐκεί νης φιλοσοφησάσης, τὸ μὴ καλλωπίζεσθαι τοῖς χαρίσμασιν. Ἴστε τὰς μανείσας ἡμιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήματος, καὶ τὴν ἀπευκτὴν ἐκεί νην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πο νηρὰ συντρίμματα, καὶ τὸ γενόμενον ἐντεῦθεν σκάν δαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ μέλη, καὶ ἀφανῆ καὶ φαινόμενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁμοῦ μὲν καὶ ὄψιν ἀνδρῶν αἰδουμένη καὶ χεῖρας (τὸ γὰρ κόσμιον κἀν τοῖς πά θεσι διεσώσατο)· ὁμοῦ δὲ καὶ τὴν