5
πολλοὺς δὲ πλουτίζοντας. Ταῦτα εἰ μὲν μικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πει σθῆναι βούλομαι, τίνα τὰ μείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λή ξεως οἷον σύνδεσμον, εἰς ἣν τὰ πανταχόθεν ἄκρα συν τρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐμπορίου κοι νοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθε νῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ μεγάλων, καὶ ταῦτα, τοσαύταις δονουμένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇ γ' ἂν ἄλλο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουμένων (δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμίας), καὶ αὐτοὶ με ρίδα τινὰ τοῖς ὁρωμένοις τούτοις συνεισηνέγκαμεν. 36.472
ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Ἴδε πρεσβυτέρων συνέδριον, πολιᾷ καὶ συνέσει τετιμημένων, δια κόνων εὐταξίαν, οὐ πόῤῥω τοῦ αὐτοῦ Πνεύματος, ἀναγνωστῶν εὐκοσμίαν, λαοῦ φιλομάθειαν, ὅσον ἐν ἀνδράσιν, ὅσον ἐν γυναιξὶ, τὴν ἀρετὴν ὁμοτίμοις· καὶ ἀνδρῶν, ὅσον ἐν φιλοσόφοις, ὅσον ἐν ἁπλουστέροις, πᾶσι σοφοῖς τὰ θεῖα· ὅσον ἐν ἄρχουσιν, ὅσον ἐν ἀρ χομένοις, ἐνταῦθα πᾶσι καλῶς ἀρχομένοις· ὅσον ἐν στρατιώταις, ὅσον ἐν εὐγενέσιν, ὅσον ἐν λόγοις καὶ περὶ λόγους, πᾶσι Θεοῦ στρατιώταις, ἡμέροις τἄλλα, πολεμικοῖς ὑπὲρ Πνεύματος, πᾶσι τὴν ἄνω τιμῶσι σύγκλητον (εἰς ἣν οὐ τὸ γράμμα εἰσάγει τὸ πεζὸν, ἀλλὰ τὸ ζωοποιοῦν Πνεῦμα), ἅπασι λογίοις ὡς ἀληθῶς, καὶ τοῦ ὄντως Λόγου θεραπευ ταῖς· καὶ γυναικῶν, ὅσον ὑπὸ ζυγὸν, Θεῷ μᾶλλον ἢ σαρκὶ συνδεδεμένον, ὅσον ἄζυγον καὶ ἐλεύθερον, Θεῷ τὸ πᾶν καθιερωμένον· ὅσον ἐν νέοις, ὅσον ἐν γέ ρουσιν, ὧν τὸ μὲν ἐπὶ γῆρας καλῶς ὁδεύει, τὸ δὲ βιά ζεται μεῖναι ἀθάνατον, ταῖς κρείττοσι τῶν ἐλπίδων ἀνακαινούμενον.
ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύ ριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς ἐῤῥίψαμεν, ἀλλ' οὓς ἠγαπήσαμεν· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡμᾶς τῶν πόρνων καὶ λόγον καὶ τρόπον, ἀλλὰ καὶ λίαν σωφρό νων. Τούτων τις καὶ τοῦ ἐμοῦ Πνεύματος γέννημα καὶ καρπὸς, ὡς γεννᾷν οἶδε Πνεῦμα τοὺς ἀπανιστα μένους σώματος. Μαρτυρήσουσιν, εὖ οἶδ' ὅτι, καὶ ὑμῶν οἱ εὐγνώμονες, ἢ καὶ πάντες, ἐπεὶ καὶ πάντας ἐγεωργήσαμεν· καὶ μισθὸς, ἡ ὁμολογία μόνη. Οὐ γὰρ ἄλλο τι ἐπιζητοῦμεν, ἢ ἐζητήσαμεν. Ἄμισθος γὰρ ἡ ἀρετὴ, ἵνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ καλὸν μόνον βλέπουσα.
ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον; Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας; Καὶ τοῦτο τοῦ Πνεύματος, καὶ τοῦτο τῆς γεωργίας τῆς ἡμετέρας. Οὐ γὰρ ἀπαιδεύτως παιδεύομεν, οὐδὲ ταῖς ὕβρεσι βάλλομεν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, μὴ τῷ 36.473 λόγῳ μαχόμενοι, τοῖς δὲ λέγουσι, καὶ τὴν ἀσθένειαν ἔστιν ὅτε τῶν λογισμῶν ταῖς ὕβρεσι συγκαλύπτοντες· ὥσπερ τὰς σηπίας λόγος ἐμεῖν τὸ μέλαν πρὸ ἑαυ τῶν, ἵνα τοὺς θηρεύοντας διαφύγωσιν, ἢ τῷ λανθά νειν θηράσωσιν. Ἀλλὰ τὸ περὶ Χριστοῦ πολεμεῖν δείκνυμεν, ἐν τῷ μάχεσθαι κατὰ Χριστὸν, τὸν εἰρη νικόν τε καὶ πρᾶον, καὶ τὰς ἀσθενείας ἡμῶν βαστά σαντα. Οὔτε εἰρηνεύομεν κατὰ τοῦ λόγου τῆς ἀληθείας, ὑφιέντες τι διὰ δόξαν ἐπιεικείας· οὐ γὰρ κα κῶς τὸ καλὸν θηρεύομεν· καὶ εἰρηνεύομεν ἐννόμως μαχόμενοι, καὶ εἴσω τῶν ἡμετέρων ὅρων, καὶ κανόνων τοῦ Πνεύματος. Περὶ μὲν οὖν τούτων οὕτω γινώσκω, καὶ νόμον τίθημι πᾶσι τοῖς ψυχῶν οἰκονό μοις, καὶ τοῦ λόγου ταμίαις· μήτε τῷ σκληρῷ τραχύνειν, μήτε τῷ ὑπεσταλμένῳ κατεπαίρειν· ἀλλ' εὐλόγους εἶναι περὶ τὸν λόγον, μηδετέρῳ τὸ μέτρον ὑπερβαίνοντας.