5
τοῦ θανάτου καταλαμβάνοντος. Ἀλλὰ καὶ πλεονάσας ὁ Θεὸς τὴν οἰκείαν μακροθυμίαν καὶ ἀγαθότητα, καταξιώσας τῶν μυστηρίων τὸν φιλαμάρτητον ἐπὶ τῆς ἐσχάτης ἡμέρας, οὐκ ἔστιν αὐτοῖς τοσοῦτον τῆς πραγματείας τὸ κέρδος, ὅσον νομίζουσιν. Οἴονται γὰρ εὐθὺς μὲν ὑπανοιχθήσεσθαι τὴν βασιλείαν αὐτοῖς· λήψεσθαι δέ τινα χῶρον ἀγαθῶν γέμοντα θαυμαστῶν, καὶ τῶν ἴσων ἀξιωθήσεσθαι τοῖς δικαίοις τιμῶν. Τὸ δὲ κενή τίς ἐστιν ἐλπὶς, δόξῃ ψευδεῖ τὴν ψυχὴν γοητεύουσα. Ὡς γὰρ ἐμοὶ φαίνεται, τριχῆ τὰ τῶν ἀνθρώπων διαιρεθήσεται ἐπὶ τῆς προσδοκωμένης ζωῆς, ὡς γενικώτερον τέως χωρὶς ὑπομερισμῶν διελθεῖν. Καὶ τὸ μὲν πρῶτόν ἐστι τάγμα τῶν ἐπαινετῶν καὶ δικαίων· δεύτερον, τῶν οὔτε τιμωμένων, οὔτε κολαζομένων· τρίτον τῶν διδόντων δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν. Ποῦ τοίνυν τάξομεν τοὺς ἐντάφιον λαβόντας τοῦ λουτροῦ τὴν εὐεργεσίαν; Ἢ πρόδηλον, ὡς ἐν τοῖς δευτέροις, καὶ τοῦτο μετὰ συγγνώμης, ἵνα κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φιλανθρωπίαν κληροδοτήσωμεν. Ὁ γὰρ ὄκνῳ προδοὺς τὰ τῆς ἀρετῆς κατορθώματα, οὐκ ἐλεύθερος ζημίας καὶ καταγνώσεως, εἴ γε τὸ ἐθελοκακεῖν ὑπὸ κατηγορίαν ἄγεται, καὶ τὸ μισεῖν τὰ καλὰ πρόδηλον ἔχει τῆς πονηρίας τὸν ἔλεγχον. Τί τοίνυν μέγα κερδανεῖς ἔξω πίπτων τῆς βασιλείας, καὶ τῶν ἐπαγγελιῶν ἐκείνων, ἃς ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν; Οὐ κολάζομαι, φησὶν, οὐδὲ φοβοῦμαι τὰς ἀπειλάς· ἀρκοῦμαι δὲ τῷ μὴ παθεῖν τι δεινὸν, μήτε ὡς κατορθώσας τι γενναῖον ἀποδειχθῆναι. Ἀνδραπόδου πονηροῦ ἡ προαίρεσις· μύλωνος ἀξίου καὶ δεσμοῦ καὶ μαστίγων, ἐκδῦναι μόνον τὰς τιμωρίας σπουδάζοντος· ἐλευθερίου δὲ δόξης καὶ τῶν ἐκ λαμπρότητος τιμῶν, οὐδὲ κατὰ μικρὸν ἀντιποιουμένου. Ἐχθρὰ πάντων αὐτὴ τῶν ἁγίων φωνὴ, ἐναντία τῶν ἀπ' αἰῶνος ὁσίων. Ἐκεῖνοι γὰρ ἅπαντες τοὺς ὑπὲρ παῤῥησίας κινδύνους ἠγάπησαν, καὶ παρεῖχον τοῖς βουλομένοις τέμνειν καὶ φονεύειν ποικίλως τὸ σῶμα, καὶ πρὸς οὐδένα ὠδινόντων ἐμαλακίσθησαν ἆθλον, τοῦ αἵματος καὶ τῶν ἀνδραγαθημάτων, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκῶντες τιμήν. ∆ι' ἐκείνων Ἀβραὰμ τὸν υἱὸν προσταχθεὶς ἔθυσε· καὶ Μωϋσῆς ἐνεμόχθει τοῖς δεινοῖς τῆς ἐρήμου· καὶ Ἠλίας τὸν ἔρημον ἔζη βίον καὶ ἀθεράπευτον· καὶ πάντες προφῆται διῆγον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, θλιβόμενοι, κακουχούμενοι. Ὑπὲρ ἐκείνης εὐαγγελισταὶ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου ἔπασχον στίγματα, καὶ μάρτυρες ταῖς κολάσεσι ταῖς παρὰ τῶν τυράννων ἐνηγωνίσαντο, καὶ πᾶς, εἴ τις ἀληθῶς λογικὸς καὶ εἰκὼν τοῦ Θεοῦ, καὶ συγγένειαν ἔχων πρὸς τὰ ὑψηλὰ καὶ οὐράνια, οὐδὲ εἶναι βούλεται οὐδὲ συνεγερθῆναι τοῖς ἀναβιωσομένοις ἀνθρώποις· εἰ μὴ μέλλοι ἐπαινεῖσθαι παρὰ τοῦ Θεοῦ ὡς ἀγαθὸς δοῦλος, καί τινων ἀξιοῦσθαι γερῶν. Ἐπὶ ταύτῃ τῇ προαιρέσει καὶ ὁ ∆αβὶδ τῆς ἐλάφου τὴν δίψαν οἰκεῖον ὑπόδειγμα ποιεῖται τῆς ἑαυτοῦ πρὸς Θεὸν ἐπιθυμίας· καὶ ἰδεῖν εὔχεται τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ταῖς 46.429 νοηταῖς ἐνευφρανθῇ δεξιώσεσι. Καὶ Παῦλος εὔχεται ἐκδυσάμενος τὴν σάρκα ὡς καὶ βαρὺ καὶ φορτικὸν ἱμάτιον, ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πάντως ἀμφότεροι φανταζόμενοι τὴν μακαρίαν εὐφροσύνην καὶ ἀμετάβλητον. Εἰ δὲ ἐκείνης ἔρως οὐδεὶς, πάντα ἀληθῶς τὰ ἄλλα, κατὰ τὸν Ἐκκλησιαστὴν, ματαιότης ματαιοτήτων. Φεύγετε τοίνυν, ἄνδρες Χριστιανοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, πᾶσαν ἔννοιαν τοιαύτην λῃστῶν καὶ κακούργων ἀξίαν, μηδὲ τοῦτο μακαριστὸν ἡγήσησθε τὸ φεύγειν τιμωρίαν, ἀλλ' ἐράσθητε δωρεῶν καὶ στεφάνων· οὓς ὁ Θεὸς τοῖς ἀθληταῖς τῆς δικαιοσύνης ηὐτρέπισεν· ἐπιθυμήσατε βαπτίσματος ἀδόλως· λάβετε τὸ τάλαντον, καὶ πρόσθετε τὴν ἐργασίαν· οὕτως γὰρ κατὰ τὴν παραβολὴν ἡγεμόνες δέκα γενήσεσθε πόλεων.
Ὁ δὲ συνταφεὶς τῷ βαπτίσματι, ἔκρυψεν εἰς γῆν τὸ τάλαντον, καὶ πάντως ἐκείνων ἀκούσει τῶν πρὸς τὸν δοῦλον ἀργὸν λεχθέντων καὶ ῥᾴθυμον. Καλῶς ὁ νεοφώτιστος ἂν τῇ πίστει συνάψῃ τὴν ἐντολὴν, ἐπὶ πλεῖον οὐδὲν ἔχει τοῦ ἀνεγκλήτου. ∆εσμώτης ἐτύγχανεν μυρίοις ἐγκλήμασιν ὑπεύθυνος, δεδοικὼς τὸ