1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

στεναγ μῶν τε καὶ λύπης ἄξιον ἀφ' ἡμῶν τοῖς μεταστᾶσιν ἂν ἐνο μίσθη, ἀλλ' ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ τοσαύτη τις ἐνέστηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις, ὥστε οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν φέρουσιν, ἀλλ' ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα τὴν σπουδὴν ποιοῦνται. ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονε ξίας καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται ὧν χάριν καὶ ὅπλα καὶ πόλεμοι καὶ ἀλληλοφονίαι καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη ταλαιπωρία καὶ δολιότης, οὐδὲν ἄλλο ἢ σωρεία τίς ἐστι συμφορῶν ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας ἐπεισαγομένη τῷ βίῳ. ἀλλὰ δακρύων μὲν ἐν τοῖς κατοιχο μένοις πάθος οὐκ ἔστιν ὅτι μηδ' ἄλλο τι πάθος, νοῦς δὲ καὶ πνεῦμα τυγχάνοντες οἱ σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος τοῖς τῇ παχύτητι τοῦ σώματος ἐγκεχωσμένοις ὀφθῆναι φύσιν οὐκ ἔχουσιν οὐδὲ νουθετῆσαι δι' ἑαυτῶν τοὺς ἀνθρώπους ἀποστῆναι τῆς πεπλανημένης περὶ τῶν ὄντων κρίσεως. οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος ἀντ' ἐκείνων διαλεχθήτω καὶ εἴπωμεν ὡς ἔστι δυνατὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ γενόμενοι καὶ τῆς πρὸς τὴν ὕλην προσπαθείας τὴν ψυχὴν ἀποστήσαντες ὅτι 9.40 "1Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως, Πρόσεχε σεαυτῷ κατὰ τὸ Μωυσέως παράγγελμα καὶ γνῶθι σεαυτὸν ἀκριβῶς τίς εἶ, διαστείλας τῷ λογισμῷ τί μὲν ἀληθῶς εἶ σύ, τί δὲ περὶ σὲ καθορᾶται. μήποτε τὰ ἔξω σοῦ βλέπων σεαυτὸν καθορᾶν νομίσῃς. μάθε παρὰ τοῦ μεγάλου Παύλου τοῦ δι' ἀκριβείας ἐπεσκεμμένου τὴν φύσιν, ὅς φησι τὸν μὲν ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον τὸν δὲ ἔσωθεν, κἀκείνου φθειρομένου τοῦτον ἀνακαινίζεσθαι. μὴ τοίνυν τὸ φθειρόμενον βλέπων σεαυτὸν οἰηθῇς βλέπειν (ἔσται μὲν γάρ ποτε κἀκεῖνο φθορᾶς ἐλεύθερον, ὅταν ἐν τῇ παλιγγενεσίᾳ τὸ θνητόν τε καὶ διαλυτὸν μετασκευασθῇ πρὸς τὸ ἀθάνατόν τε καὶ ἀδιάλυτον, ἀλλὰ τό γε νῦν ῥέει καὶ διαπίπτει, καὶ φθείρεται τὸ ἔξωθεν ἡμῶν προφαινόμενον). οὐκοῦν οὐ πρὸς τοῦτο χρὴ βλέπειν, ὅτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾶν οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια, ἀλλ' ἐπὶ τὸ ἀόρατον τῶν ἐν ἡμῖν τρέψαντας τὴν θεωρίαν ἐκεῖνο πιστεύειν ἀληθῶς εἶναι ἡμᾶς, ὃ διαφεύγει τὴν αἰσθητικὴν κατανόησιν. Γενώμεθα τοίνυν κατὰ τὸν παροιμιώδη λόγον Ἑαυτῶν ἐπιγνώμονες. τὸ γὰρ ἑαυτὸν γνῶναι καθάρσιον τῶν ἐκ τῆς ἀγνοίας πλημμελημάτων γίνεται. ἀλλ' οὐκ ἔστι ῥᾴδιον ἑαυτὸν κατιδεῖν τόν γε ἀληθῶς ἑαυτὸν ἰδεῖν βουλόμενον μή τινος ἐπινοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. ὅπερ γὰρ 9.41 ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ πάντα τὰ ἄλλα βλέποντες ἑαυτῶν ἀθέατοι μένουσιν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πάντα τὰ ἄλλα διερευνωμένη καὶ τὰ ἔξω ἑαυτῆς πολυπραγμονοῦσα καὶ ἀνιχνεύουσα ἑαυτὴν ἰδεῖν ἀδυνάτως ἔχει. οὐκοῦν ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. καὶ γὰρ κἀκεῖνοι ἐπειδὴ οὐκ ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν τὴν ὀπτικὴν ἐνέργειαν ἐπαναστρέψαι καὶ ἑαυτοὺς κατιδεῖν ἐν κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι κύκλου διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. οὕτως χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ χαρακτῆρι ᾧ ἀφωμοίωται, ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι. ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα· ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ μορφῆς ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται, ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ θεῖον κάλλος τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. οὐκοῦν ὅταν πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχή, τότε δι' ἀκριβείας ἑαυτὴν καθορᾷ.

Τί τοίνυν ἐστὶ τὸ θεῖον ᾧ ἡ ψυχὴ προσωμοίωται; οὐ σῶμα οὐ σχῆμα οὐκ εἶδος οὐ πηλικότης οὐκ ἀντιτυπία οὐ βάρος οὐ τόπος οὐ χρόνος οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν δι' ὧν ἡ ὑλικὴ κτίσις γνωρίζεται, ἀλλὰ πάντων τούτων καὶ τῶν τοιούτων