1

 2

 3

 4

 5

5

παρακείμενα μεθέρπων, καὶ διαφθορᾶς ἴχνος, οἷς ἂν ἐμπελάσῃ, διὰ τῆς κινήσεως ἐνσημαίνεται· ἢ εἴπερ τὰ ἐντὸς ἀσφαλῶς ἔχοι, διὰ τῶν ἔξωθεν περιστάσεων ἐπιβουλεύει. ἢ γὰρ δι' ἡδονῆς τὸν θησαυρὸν τῆς καρδίας ἐτοιχωρύχησεν ἢ δι' ἑτέρου πάθους κενὸν τῆς ἀρετῆς τὸ τῆς ψυχῆς δοχεῖον ἐποίησε, θυμῷ ἢ λύπῃ ἢ ἄλλῳ τινὶ τοιούτῳ πάθει τὸν λογισμὸν ὑποκλέψας. ἐπεὶ οὖν ἐν τοῖς ἄνω θησαυροῖς οὔτε σῆτά φησιν οὔτε βρῶσιν ὁ κύριος γίνεσθαι οὔτε τὴν ἀπὸ τῆς κλεπτικῆς κακίαν διδάσκουσαν ταῦτα, ἅπερ ὑπενοήσαμεν, ἐκεῖ μεταθετέον τὴν ἐμπορίαν, [ἐν] ᾗ τὸ θησαυρισθὲν οὐ μόνον ἄσυλόν τε καὶ ἀμείωτον εἰς ἀεὶ διαμένει, ἀλλὰ καὶ σπερμάτων δίκην ἐπὶ τὸ πολλαπλάσιον κατεργάζεται τὴν ἐπαύξησιν. χρὴ γὰρ πάντως τῇ φύσει τοῦ τὴν παραθήκην δεχομένου μεγαλύνεσθαι τὴν ἀντίδοσιν. ὥσπερ γὰρ ἡμεῖς κατὰ τὴν ἑαυτῶν ἐνεργοῦμεν φύσιν πτωχὰ προσάγοντες διὰ τὸ πεφυκέναι τοιοῦτοι, οὕτως εἰκὸς τὸν ἐν παντὶ πλούσιον ὄντα, ἃ πέφυκεν ἔχειν, ταῦτα τοῖς προδεδωκόσιν ἀντιχαρίζεσθαι. μηδεὶς οὖν ἀθυμείτω τὰ κατὰ τὴν ἑαυτοῦ δύναμιν τοῖς θείοις θησαυροῖς συνεισφέρων; ὡς πρὸς τὸ μέτρον ὧν δέδωκε κομιούμενος, ἀλλ' ἀναμενέτω κατὰ τὴν ἐπαγγελίαν τοῦ εἰπόντος ὅτι μεγάλα τῶν μικρῶν ἀντικαταλλάξεται, οὐράνια μὲν τῶν γηΐνων, ἀΐδια δὲ τῶν ὠκυμόρων διαμειβόμενος· ἃ τοιαῦτα τῇ φύσει ἐστίν, ὡς μήτε διανοίᾳ δυνατὸν εἶναι ληφθῆναι μήτε εἰς ἑρμηνείαν λόγου ἐλθεῖν, περὶ ὧν ἡ θεόπνευστος διδάσκει γραφὴ ὅτι 8,1.142 οὔτε ὁ ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ταῦτά σοι, ὦ τιμία κεφαλή, οὐ μόνον ὑπὲρ τῶν ἐλλειφθέντων γραμμάτων ἀνεπληρώσαμεν, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα γενησόμενα ἐλλείμματα διὰ τῆς ὑποθέσεως προεξετίσαμεν. σὺ δέ μοι πράττοις ἐν κυρίῳ καταθυμίως. τοῦτο δέ σοι εἴη διὰ παντὸς καταθύμιον, ὃ καὶ τῷ θεῷ κεχαρισμένον ἐστὶ καὶ ἡμῖν καταθύμιον.