1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

γνώσεως προτιμοτέραν λέγων, πίστεως δὲ παγιωτέραν, καὶ ἐλπίδος διαρκεστέραν, καὶ πάντοτε ἐν τῷ αὐτῷ διαμένουσαν, ἧς ἄνευ ἀνόνητον εἶναι πᾶν τὸ ἐπ' ἀγαθοῦ σπουδαζόμενον. ὁ δὲ Κύριος πάντα νόμον, καὶ πάντα τὰ μυστήρια τὰ προφητικὰ τοῦ τοιούτου ἐξάπτων χαρίσματος, πάντων πρωτεύειν τὴν ἀγάπην καὶ αὐτὸς ἀποφαίνεται. εἰ οὖν ἐν τῷ ὑπερέχοντι καὶ περιληπτικῷ τῶν κατορθωμάτων οὐκ ἀπολείπεται τοῦ μεγάλου Παύ λου ἄρα καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ὧν ἡ ἀγάπη καθηγεῖται, καὶ ὅσα ἐκ ταύτης ἐκφύεται, πάντως οὐκ ἔλαττον ἔχων ἀναφανήσεται. ὅσπερ γὰρ ὁ τῆς ἀνθρωπίνης φύσεως μετέ χων ἐν πᾶσίν ἐστι τοῖς τῆς φύσεως ἰδιώμασιν· οὕτως καὶ ὁ τὸ τέλειον τῆς ἀγάπης ἐν ἑαυτῷ κατορθώσας, πάντα ὅσα συν θεωρεῖται ταύτῃ τῶν ἀγαθῶν εἴδη μετὰ τοῦ πρωτοτύπου τῶν κατορθωμάτων ἔχει. εἴτε γὰρ πίστις ἐστὶν ἡ σώζουσα, εἴτε διὰ τῆς ἐλπίδος σωζόμεθα, εἴτε δι' ὑπομονῆς τὴν χάριν ἀπεκδεχόμεθα, ἡ ἀγάπη πάντα πιστεύει καὶ πάντα ἐλπίζει καὶ πάντα ὑπομένει, καθώς φησιν ὁ Ἀπόστολος. καὶ τὰ ἄλλα πάντα ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν, τῆς κατὰ τὴν ἀγάπην ῥίζης βλάστημα γίνεται, ὅσα τῷ τῆς ἀρετῆς λόγῳ σπουδάζεται, ὥστε τὸν ταύτην ἔχοντα, μηδενὸς ἐνδεῶς ἔχειν τῶν ἄλλων. ἀλλὰ μὴν εἶχε ταύτην ὁ μέγας Βασίλειος· οὐδενὸς ἄρα τῶν ἀγαθῶν δι' αὐτῆς ἀπελείπετο. εἰ δὲ πάντα εἶχεν ἐν οὐδενὶ πάντως ἠλάττωτο.

12 Ἀλλ' ἐρεῖ τις πάντως, ὅτι τρίτον οὐρανὸν εἶδεν ἐκεῖνος καὶ ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἀλλ' οὐδὲ ἐκεῖνος φανερῶς διὰ τῆς σαρκὸς ταύτης τὴν τοιαύτην χάριν ἐδέξατο. οὐ γὰρ ἐπικρύπτεται τὴν ἀμφιβολίαν λέγων· Εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. καὶ περὶ τούτου τολμήσας εἴποι τις ἂν ὅτι ἐν σώματι τοιοῦτον μὲν οὐδὲν εἶδεν, τῇ δὲ ἀσωμάτῳ καὶ νοητῇ θεωρίᾳ οὐκ ἔστιν ὅ τι τού των ἀφῆκεν ἀθέατον. μάρτυς δὲ τούτων ὁ παρ' αὐτοῦ λόγος, ὅν τε ἐφ' ἑαυτοῦ διεξῄει καὶ ὃν κατέλιπεν ἐν συγγράμμασιν. ἐκεῖνος ἀπὸ Ἱεροσολύμων ἐπὶ τὸ Ἰλλυρικὸν ἐν κύκλῳ περιελθὼν πᾶσι τοῖς διὰ μέσου τὸν εὐαγγελικὸν ἐκήρυξε λόγον· καὶ ὁ τούτου λόγος καὶ τὸ κήρυγμα πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην διέλαβεν, ἐπ' ἴσης τοῖς Παύλου λόγοις παρὰ πάντων καὶ αὐτὸ σπουδαζόμενον. παρείσθω δὲ τὰ λοιπὰ δι' ὧν ὁ βίος τούτου πρὸς τὸν ἐκείνου συμφέρεται, οἷον ἐσταυρώθη τῷ κόσμῳ ἐκεῖνος, καὶ τούτῳ ὁ κόσμος. ἐνέκρωσε τὸ σῶμα ἐκεῖνος, ἐτελείωσε καὶ οὗτος ἐν ἀσθενείᾳ τὴν δύναμιν. Χριστὸς ἦν τὸ ζῇν ἀμφοτέροις, καὶ ὅμοιον ἑκατέρῳ κέρδος ὁ θάνατος, καὶ προτιμοτέρα τοῦ πεπλανημένου βίου ἡ πρὸς τὸν ∆εσπότην ἀνάλυσις.

13 Ἢ καὶ τὸν Ἰωάννην ἀντιπαραδεῖξαι τῷ διδασκάλῳ δοκεῖ; ἀλλὰ τὸ μὲν προτερεύειν ἐκεῖνον τῷ ἐν γεννητοῖς γυναικῶν καὶ περισσότερον ἔχειν τοῦ προφήτου τῆς θείας φωνῆς μαρτυρούσης, μανίας ἂν εἴη καὶ ἀσεβείας ἅμα ἄλλον ἀντιπαρεξαγαγεῖν τῷ τοιούτῳ βίῳ διὰ συγκρίσεως· ἀλλὰ τοῦ τοσούτου καὶ τοιούτου καὶ τὸ κατόπιν ἐλθεῖν, τῆς ἀνω τάτω μακαριότητος τὴν ἀπόδειξιν ἔχει. οὑτωσὶ δὲ τὸν λόγον κατανοήσωμεν. οὐκ ἦν οὔτε ἐν μαλακοῖς ἱματίοις ὁ Ἰω άννης, οὔτε κάλαμος ἦν ἀνέμοις ἐνσαλευόμενος. ἠσπάζετο δὲ πρὸ τῶν οἰκουμένων τὴν ἔρημον καὶ πάλιν τοῖς οἰκουμένοις ἐπεχωρίαζεν. μή τις ἄρα ἐπισκήψει τῷ λόγῳ, εἰ τοῦτο προσ μαρτυρήσει καὶ τῷ διδασκάλῳ ἡμῶν ἡ ἀλήθεια, ὡς ἐν τού τοις αὐτὸν τοῦ μεγάλου Ἰωάννου μὴ ἀπολείπεσθαι; τίς οὐκ οἶδεν ὅπως μαλακήν τε καὶ τεθρυμμένην τοῦ βίου δίαιταν πολεμίαν ἡγήσατο, ἐν παντὶ τὸ καρτερικὸν καὶ ἀνδρῶδες πρὸ τῶν ἡδέων θηρώμενος, ἡλίῳ θαλπόμενος, κρύει παραβαλλόμενος, νηστείαις καὶ ἐγκρατείαις καταγυμνάζων τὸ σῶμα, ταῖς πόλεσιν ὡς ἐν ἐρήμοις ἐνδιατρίβων οὐδὲν εἰς ἀρετὴν ἐκ τῆς συντυχίας παραβλαπτόμενος, καὶ πόλεις τὰς ἐρημίας ἀπεργαζόμενος; οὔτε γὰρ ἡ μετὰ τῶν πολλῶν διαγωγὴ τῆς ἀκριβοῦς τι καὶ ἀσφαλοῦς πολιτείας παρέτρεψεν. οὔτε, εἰ πρὸς ἑαυτὸν ἐπὶ τὴν ἐσχατιὰν ἐχώρησεν, γυμνωθῆναι τῶν ἐπ' ὠφελείᾳ συνόντων οἷός τε ἦν· ὥστε καὶ ἐπὶ τούτου καθ'