1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

σεται. Τίς οὖν ἐστιν, ὁ ὡς υἱὸς ἀνθρώπου λαβὼν τὴν ἐξουσίαν ἀναφαίρετον κατὰ πάντων; Ἄνθρωπος μὲν πάντως οὐδεὶς, ὁ θεάνθρωπος δὲ Χριστὸς, περὶ ὁ καὶ οὗ δαβὶδ εἴρηκε πρὸς τὸν Θεὸν καὶ Πα τέρα· Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ὁ Χριστὸς γὰρ καὶ ὡς Θεὸς βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως. Καὶ ὡς ἄνθρωπος βασιλεὺς γέγονε, καὶ υἱὸς βασιλέως τοῦ ∆αβὶδ, διὸ καὶ ὕστερον ἔλεγεν, Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πρὸς ὃν ὁ Πατὴρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν, ὡς ἄν θρωπον ἔλεγε, Κάθου ἐκ δεξιῶν μου. Εἶπε γὰρ, φη σὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο δῶν σου. Ἢ τίνες εἰσὶν δύο κύριοι τοῦ ∆αβὶδ, περὶ ὧν ὁ λόγος, εἰ μὴ τούτους ἐρεῖς; Εἰπὼν δὲ ὁ ∆αβὶδ, Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὰ ἑξῆς, προσεπήγαγεν ὅτι Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, τὸ τῆς θεότητος, ἢ τῆς υἱότητος δηλονότι. Ἀεὶ γὰρ ἦν ἀμφότερα.

Τίς οὖν ὁ τοιοῦτος βασιλεὺς, εἰ μὴ οὗτος; τίνι δὲ καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν, καὶ ἐνευλογήθησαν, καὶ ἐμακάρισαν, εἰ μὴ μόνον τὸν Χριστόν; εἰ δ' ἔτι περιμένεις αὐτὸν, ὅτε ὁ Ἠλίας προδραμεῖται τούτου, τὴν δευτέραν κάθοδον τοῦ Σω τῆρος λέγεις, ὅτε καὶ ἡ τοῦ κόσμου συντέλεια. ∆ύο γὰρ οὐσῶν καθόδων, τῆς μὲν κατὰ τὴν ἐνανθρώπησιν αὐ τοῦ, τῆς δὲ κατὰ τὴν μέλλουσαν παγκόσμιον κρίσιν, ἡ μὲν ἤδη γέγονεν, ἧς πρόδρομος Ἰωάννης, ὁ δεύτε ρος Ἠλίας· ἡ δὲ γενήσεται πρόδρομον ἔχουσα Ἠλίαν τὸν δεύτερον Ἰωάννην. Ἀμφότεροι γὰρ τοῦαὐτοῦ Πνεύματος, καὶ τῆς αὐτῆς χάριτος, καὶ δυνάμεως, ὅσον εἰς τὸ προτρέχειν Χριστοῦ. Τὸν ἠλειμμένον καὶ μεσσίαν, ὃν ἀπεκδέχεσθε, ψι λός ἐστιν ἄνθρωπος, ἢ θεάνθρωπος; Εἰ μὲν γὰρ ψι λὸς ἄνθρωπος, οὐκ ἔστιν ὂν οἱ προφῆται κατήγγει λαν. Οὗτοι γὰρ σημεῖα θεότητος αὐτῷ προστιθέασι, διαστέλλοντες ἀπὸ τῶν ψιλῶν ἀνθρώπων. Καὶ πό θεν ἄλλοθεν μαθόντες προσδοκᾶτε τοῦτον;

Εἰ δὲ θεάνθρωπός ἐστιν, ἰδοὺ καὶ ἄλλο πρόσωπον θεότη τος ὁμολογοῦντες λανθάνετε. Οὐ γὰρ τὸν Πατέρα πάντως ἐρεῖτε. Παιδίον γὰρ, φησὶν, ἐγεννήθη ἡμῖν, Υἱὸς, ἀλλ' οὐχ ὁ Πατήρ. Τοῦ ἀλείφειν δὲ καὶ τοῦ χρίειν ταυτὸ σημαινόντων, ὁ αὐτός ἐστιν ἠλειμμέ νος, καὶ Χριστός. Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Καὶ ὁ Ἡσαΐας δέ φησι πρὸς ὑμᾶς, Οἱ τυφλοὶ, ἐμβλέψατε, καὶ οἱ κωφοὶ, ἀκούσατε. Ἢ γοῦν προδήλως ἐθελοτυφλώττετε, ἢ παντελῶς ἀναισθητεῖτε Πότε οὖν ὀνομάτων ὁμω νυμίας, ἢ ῥημάτων σημασίας, ἢ λέξεων ἰδιότητας διαστελεῖτε, δι' ὧν καταλαμβάνεται ἡ ἀλήθεια;

{1Περὶ τῶν παθῶν τοῦ Χριστοῦ.}1 Φησὶν ὁ ∆αβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ· Συνα 130.272 γωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖ ράς μου, καὶ πόδας μου. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτα τίνι ἄλλῳ προσαρμόσεις παρὰ τὸν Χριστὸν, περὶ ὧν ἁπάντων συνωδὰ τὸ Εὐαγγέλιον ἱστορεῖ; καὶ διὰ τοῦ Ἡσαΐου δὲ προείρηκε περὶ τῶν τοιούτων ὁ Χριστός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσ ωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσ μάτων. Καὶ πάλιν ∆αβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰ δὲ περὶ τοῦ ἐν αἰχμαλωσίᾳ λαοῦ ταῦτα νοήσεις, ἐπιστομίσει σε τὸ μηδαμοῦ γεγράφθαι κατ' εἶδος αὐτὰ ταῦτα τούτους παθεῖν, ἕτερα δὲ πολλὰ καὶ χαλεπά. Περὶ δὲ τῆς ἀναιρέσεως αὐτοῦ προείρη κεν Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ἵνα δὲγνῷς, ὅτι σωτήριος ἡμῖν αὕτη γεγένηται, φησὶ πάλιν ὁ αὐτὸς, Τῷ μώλωπι αὐτοῦ πάντες ἰάθημεν. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν σφαγὴν αὐτοῦ παρ εδόθη τὸ γένος τῶν Ἰουδαίων εἰς ἐξολόθρευσιν, προσ έθηκε, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. Τί γὰρ Ἰουδαίων πονηρότερον ἀνελόντων τὸν τοσαῦτα τούτους εὐεργετήσαντα;