5
τὴνἐν τοῖς ὑψίστοις θεωρουμένην θεότητα; -ὅτι φησὶκαὶ ἐπὶ γῆς εἰρήνη. περιχαρεῖς γεγόνασι ἐπὶ τῷφαινομένῳ οἱ ἄγγελοι. ἐπὶ γῆς εἰρήνη. ἡ πρότερονκατηραμένη, ἡ τῶν ἀκανθῶν καὶ τριβόλων γόνιμος,τὸ τοῦ πολέμου χωρίον, ἡ τῶν καταδίκων ἐξορία,αὕτη εἰρήνην δέδεκται. ὢ τοῦ θαύματος, ἀλήθειαἐκ τῆς γῆς ἀνέτειλε. τοιοῦτον δέδωκεν ἡ τῶν ἀνθρώπωνγῆ τὸν καρπὸν αὐτῆς καὶ ταῦτα γίνεται ὑπὲρ τῆς ἐνἀνθρώποις εὐδοκίας. θεὸς τῇ ἀνθρωπίνῃ κατακιρνᾶταιφύσει, ἵνα συνεπαρθῇ τῷ ὕψει τοῦ θεοῦ τὸ ἀνθρώπινον.ταῦτα ἀκούσαντες διέλθωμεν εἰς τὴν Βηθλεέμ,ἴδωμεν τὸ καινὸν θέαμα, πῶς ἐπαγάλλεται ἡ παρθένοςτῷ τόκῳ, πῶς ἡ ἀπειρόγαμος τιθηνεῖται τὸ νήπιον.πρότερον δὲ τίς αὕτη καὶ πόθεν, τῶν τὰ περὶαὐτῆς ἱστορούντων ἀκούσωμεν.Ἤκουσα τοίνυν ἀποκρύφου τινὸς ἱστορίας τοιαῦταπαρατιθεμένης τὰ περὶ αὐτῆς διηγήματα. ἐπίσημόςτις ἦν ἐν τῇ κατὰ τὸν νόμον ἀκριβεῖ πολιτείᾳ καὶγνώριμος ἐπὶ τοῖς καλλίστοις ὁ τῆς παρθένου πατήρ, ἄπαις δὲ κατεγήρα τὸν βίον, ὅτι αὐτῷ πρὸς τεκνο γονίαν οὐκ ἐπιτηδείως εἶχεν ἡ σύνοικος. ἦν δέ τιςἐκ τοῦ νόμου τιμὴ ταῖς μητράσιν, ἧς οὐ μετεῖχοναἱ ἄγονοι. μιμεῖται τοίνυν καὶ αὕτη τὰ περὶ τῆςμητρὸς τοῦ Σαμουὴλ διηγήματα. καὶ ἐντὸς τοῦ ἁγίουτῶν ἁγίων γενομένη ἱκέτις γίνεται τοῦ θεοῦ μὴ ἔξωπεσεῖν τῆς ἐκ τῶν νόμων εὐλογίας ἐξαμαρτοῦσα περὶ1140 τὸν νόμον οὐδὲν, γενέσθαι δὲ μητέρα καὶ ἀφιερῶσαιτῷ θεῷ τὸ τικτόμενον. δυναμωθεῖσαν δὲ νεύματι θείῳπρὸς τὴν χάριν, ἣν ᾔτησεν, -ἐπειδὴ ἐτέχθη τὸπαιδίον, ὀνομάσαι μὲν αὐτὴν Μαριάμ, ὡς ἂν καὶδιὰ τῆς ἐπωνυμίας τὸ θεόσδοτον διασημανθείη τῆςχάριτος. ἁδρυνθεῖσαν δὲ ἤδη τὴν κόρην, ὡς μηκέτιδεῖσθαι προσανέχειν τῇ θηλῇ, ἀποδοῦναι τῷ θεῷ καὶπληρῶσαι τὴν ἐπαγγελίαν καὶ προσαγαγεῖν τῷ ναῷ.τοὺς δὲ ἱερεῖς τέως μὲν καθ' ὁμοιότητα τοῦ Σαμουὴλἐν τοῖς ἁγίοις ἀνατρέφειν τὴν παῖδα, αὐξηθείσης δὲβουλὴν ἀγαγεῖν, ὅ τι ποιήσαντες τὸ ἱερὸνἐκεῖνο σῶμα οὐκ ἂν εἰς τὸν θεὸν ἐξαμάρτοιεν.τὸ μὲν γὰρ ὑποζεῦξαι τῷ νόμῳ τῆς φύσεωςκαὶ καταδουλῶσαι αὐτὴν διὰ τοῦ γάμου τῷ ἀγομένῳ τι τῶνἀτοπωτάτων ἐδόκει. ἱεροσυλία γὰρ ἀντικρὺς ἐνομίσθη θείου ἀναθήματος ἄνθρωπον γενέσθαι κύριον, ἐπειδὴ κυριεύειν ἐκ τῶν νόμων ὁ ἀνὴρ ἐτάχθητῆς συνοικούσης. Τὸ δὲ τοῖς ἱερεῦσιν ἐντὸς τῶν ἀνακτόρων γυναῖκα συναναστρέφεσθαι καὶ ἐν τοῖςἁγίοις ὁρᾶσθαι οὔτε νόμιμον ἦν καὶ ἅμα τῷ πράγματιτὸ σεμνὸν οὐ προσῆν. βουλευομένοις δὲ αὐτοῖς περὶτούτων θεόθεν γίνεται συμβουλὴ δοῦναι μὲν αὐτὴνἀνδρὶ μνηστείας ὀνόματι, τοῦτον δὲ τοιοῦτον εἶναι,οἷον πρὸς φυλακὴν τῆς παρθενίας αὐτῆς ἐπιτηδείωςἔχειν. εὑρέθη τοίνυν ὁ Ἰωσήφ, οἷον ἐπεζήτει ὁ λόγος,ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ πατριᾶς τῇ παρθένῳ.καὶ μνηστεύει κατὰ συμβουλὴν τῶν ἱερέων ἑαυτῷ τὴνπαῖδα. ἡ δὲ συνάφεια μέχρι μνηστείας ἦν.
Τότε μυσταγωγεῖται παρὰ τοῦ Γαβριὴλ ἡ παρθένος.τὰ δὲ ῥήματα τῆς μυσταγωγίας εὐλογία ἦν.χαῖρέ, φησι, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.ἀπεναντίον τῇ πρώτῃ πρὸς τὴν γυναῖκα φωνῇ νῦνγίνεται πρὸς τὴν παρθένον ὁ λόγος. ἐκείνη λύπαιςἐν ταῖς ὠδῖσι διὰ τὴν ἁμαρτίαν κατεδικάσθη, ἐπὶ δὲταύτης ἐκβάλλεται διὰ τῆς χαρᾶς ἡ λύπη. ἐπ' ἐκείνηςαἱ λύπαι τῆς ὠδῖνος ἡγήσαντο, ἐνταῦθα δὲ χαρὰ τὴνὠδῖνα μαιεύεται. -μὴ φοβοῦ, φησίν. ἐπειδὴ πάσῃ γυναικὶ φόβον παρέχει τῆς ὠδῖνος ἡ προσδοκία,ἐκβάλλει τὸν φόβον ἡ τῆς γλυκείας ὠδῖνος ἐπαγγελία.ἐν γαστρὶ λήψῃ, φησὶ, καὶ τέξῃ υἱὸν καὶκαλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τί οὖν ἡ Μαρία;ἄκουσον καθαρᾶς παρθένου φωνήν. ὁ ἄγγελος τὸντόκον εὐαγγελίζεται, κἀκείνη τῇ παρθενίᾳ προσφύεταιπροτιμοτέραν τῆς ἀγγελικῆς ἐμφανείας τὴν ἀφθαρσίαν κρίνουσα καὶ οὔτε τῷ ἀγγέλῳἀπιστεῖν ἔχει οὔτε τῶν κεκριμένων ἐξέρχεται.ἀπείρηταί μοι, φησὶν, ἀνδρὸς ὁμιλία. πῶς ἔσταιμοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; αὕτη τῆς Μαρίαςἡ φωνὴ ἀπόδειξις τῶν κατὰ τὸ κρύφιον ἱστορουμένωνἐστίν. εἰ γὰρ ἐπὶ γάμῳ παρείληπτο παρὰτοῦ Ἰωσὴφ, πῶς ἂν ἐξενίσθη τῷ τὸν τόκον αὐτῇπρομηνύοντι πάντῃ καὶ πάντως μήτηρ καὶ αὐτὴ γενέσθαιπροσδεχομένη κατὰ τὸν νόμον τῆς φύσεως; ἐπειδὴδὲ τὴν