5
ἓν, ὕπαγε μετ' αὐτοῦ δύο· καὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Τί ἄν τις εἴποι πρὸς ταῦτα; Ἐφ' ἑκάστου γὰρ τῶν εἰρημένων δακρύειν μόνον καὶ ἐγκαλύπτεσθαι λείπεται· οὕτως ἐκ διαμέτρου πρὸς τὴν ἐναντίαν ἀντεταξάμεθα, εἰς κρίσεις καὶ μάχας καὶ δίκας καὶ ἀμφισβητήσεις τὸν ἅπαντα χρόνον ἀναλίσκοντες, καὶ μηδὲ βραχεῖαν ἐπήρειαν φέροντες, μὴ τὴν ἀπὸ τῶν πραγμάτων, μὴ τὴν ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ πρὸς τὸ τυχὸν ἐκθηριούμενοι. Εἰ δὲ ἔχοις τινὰς λέγειν τῶν πολλὰ μὲν ἀνηλωκότων εἰς πένητας, καταφρονουμένων δὲ διὰ τὴν πενίαν ὕστερον, καὶ μυρία πασχόντων κακὰ, ὀλίγους μὲν τούτους καὶ εὐαριθμήτους ἐρεῖς· πλὴν ἀλλ' οὐδὲ οὕτω τὸν ἐνταῦθα ἀναγεγραμμένον ἡμῖν φιλόσοφον ἔδειξας· πολὺ γὰρ οὗτος ἐκείνου τοῦ βίου πνευματικώτερος. Οὐδὲ γάρ ἐστιν ἴσον ἑκόντα δοῦναι, καὶ ἀποστερούμενον πάντων ἐνεγκεῖν. Τί δὲ λέγω ἐνεγκεῖν; ὃ γὰρ ὁ Χριστὸς εἶπε, πολλῷ τούτου πάλιν μεῖζόν ἐστι. Τοσοῦτον δὲ ἀπέστησεν ὁ λόγος τῶν ἀδικουμένων τὰς ψυχὰς τῆς πρὸς τοὺς ἀδικοῦντας ὀργῆς, ὡς μὴ μόνον ὑπὲρ τῶν ἤδη ληφθέντων μὴ δυσχεραίνειν, ἀλλὰ καὶ τῶν ὑπολειφθέντων ἑκόντας παραχωρεῖν, καὶ τῆς ἐκείνων μανίας περὶ τὸ κακῶς ποιεῖν μείζονα περὶ τὸ κακῶς πάσχειν ἐπιδείκνυσθαι τὴν προθυμίαν ἡμᾶς. Ὅταν γὰρ ὁ βουλόμενος ἀδικεῖν εὕρῃ τὸν ἀδικούμενον πλέον παρεσκευασμένον πρὸς τὸ παθεῖν ἤπερ ἐκεῖνος ἐβούλετο, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσας τὴν ἑαυτοῦ, τὸν ἐπηρεασθέντα ἐκ περιουσίας ἴδῃ φιλοτιμούμενον, ἄπεισιν ἡττημένος, τὴν ὑπερβολὴν τῆς ἀνεξικακίας ἐρυθριάσας· κἂν γοῦν θηρίον ᾖ, κἂν ἕτερόν τι τούτου χαλεπώτερον, μετριώτερος ἔσται τοῦ λοιποῦ, τήν τε αὑτοῦ κακίαν καὶ τὴν ἀρετὴν ἐκείνου καλῶς ἀπὸ τῆς συγκρίσεως ταύτης ἰδών. Τοῦτον ἐγὼ τὸν βίον ἐπιζητῶ νῦν, ὃν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δὲ καὶ ἐπὶ τῶν ἔργων οὐδαμοῦ. Μὴ γάρ μοι τὸν ἠδικημένον εἴπῃς καὶ στέγοντα· συμβαίνει γὰρ καὶ παρὰ ἀδυναμίαν τοῦτο παθεῖν. Εἰ δὲ καὶ πρὸς τοὺς ὁμοτίμους καὶ οἷς δυνατὸν ἐπεξελθεῖν ἐπεδείξατο τοῦτο, ἀλλὰ οὐ μέχρι τοσούτου, ὡς καὶ τὴν ἐπιθυμίαν ὑπερακοντίσαι τὴν ἐκείνου, καὶ πλέον ὧν ἐβούλετο δοῦναι, καὶ τοῖς ἑκοντὶ προστεθεῖσι, τὴν ἐπὶ τοῖς βίᾳ ἀποσπασθεῖσι δεῖξαι μακροθυμίαν. Τὸ δὲ τούτων πάλιν ἀνώτερον καὶ αὐτῆς ἁπτόμενον τῆς κορυφῆς, τοὺς τὰ τοιαῦτα ἐργαζομένους εἰς ἡμᾶς, καὶ ἐπηρεάζοντας καὶ χρήμασι καὶ σώμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ἐν φίλων τάξει, καὶ φίλων τῶν γνησίων κατατάττειν ἐκέλευσεν ὁ Χριστός. Μὴ γὰρ προσδίδου μόνον τῷ ἁρπάζοντι καὶ πλεονεκτοῦντι, φησὶν, ἀλλὰ καὶ φίλει τοῦτον φιλίᾳ τῇ 47.400 σφοδροτάτῃ καὶ εἰλικρινεῖ. Τοῦτο δὴ, τοῦτο καὶ παραστῆσαι βουλόμενος εἶπεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ὅπερ ἐπὶ τῶν σφόδρα ἀγαπωμένων ποιεῖν εἰώθαμεν μόνον. Καὶ ἵνα μὴ πάλιν ὑπερβολῆς νομίσῃς εἶναι τὰ ῥήματα, καὶ τὴν διαβολικὴν ἐπεισαγάγῃς ἀπάτην, προστίθησι τῷ πράγματι λογισμὸν, καὶ αἰτίαν δικαίαν λέγων· Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ τοῦτο ποιοῦσι; Καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀσπαζομένους ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν; Ὅταν οὖν τῶν τελωνῶν καὶ τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο διαφέρωμεν, πῶς οὐ πενθεῖν ἄξιον καὶ κατακόπτεσθαι; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νῦν δὲ τοσούτου ἀποδέομεν τοὺς ἐχθροὺς ἀγαπᾷν, ὡς καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν. Τὸ γὰρ βασκαίνειν καὶ φθονεῖν, καὶ δι' ὧν πράττομεν καὶ δι' ὧν λέγομεν τὴν δόξαν αὐτῶν καθαιρεῖν καὶ τὴν εὐδοκίμησιν, τῶν σφόδρα μισούντων καὶ ἀποστρεφομένων ἐστίν. Οὕτως οὐ μόνον τῶν ἐθνικῶν οὐδὲν διαφέρομεν, ἀλλὰ καὶ πολλῷ χεῖρον αὐτῶν ἐν τούτῳ διακείμεθα. Καὶ ὁ μὲν Χριστὸς εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἐκέλευσεν, ἡμεῖς δὲ δόλους ῥάπτομεν, καὶ τοὺς καταρωμένους εὐλογεῖν κελευσθέντες, μυρίαις ἀραῖς περιβάλλομεν. Τί ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ' ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι; Τὴν γὰρ τῆς