1

 2

 3

 4

 5

5

τὸν ἀρχιοινοχόον ἔλεγε· "μνήσθητί μου, ὅταν εὖ σοι γένηται". κἀγὼ πρὸς ὑμᾶς παρὰ τὴν ἀρχὴν εἶπον· "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται". νυνὶ δὲ οὐ λέγω "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται", ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο. κἀκεῖνος μὲν ἔλεγε· "μνήσθητι, ὅτι οὐδὲν ἐποίησα κακόν". ἐγὼ δὲ λέγω· μνήσθητέ μου, ὅτι πολλὰ καὶ πονηρὰ ἐποίησα κακά. πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι· κοινοὺς ὑμᾶς πέμπομεν πρέσβεις ὑπὲρ τῆς φύσεως τῶν ἀνθρώπων· οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον· μετὰ πολλῆς ὑμᾶς δέξεται εὐνοίας. δεήθητε τοίνυν ὑπὲρ τῆς κοινῆς ἁπάντων μητρός, ὥστε ἀσάλευτον εἶναι αὐτὴν καὶ ἄσειστον· καὶ ὑπὲρ τοῦ ἀρχιερέως, δι' οὗ τῶν χειρῶν καὶ τῆς φωνῆς τῶν ἀγαθῶν τούτων τυγχάνετε. ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθητε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοιπάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι. κοινὰ γενέσθω τὰ κατορθώματα· πολλὴ γὰρ παρρησία πρὸς τὸν δεσπότην ὑμῖν καὶ ἀπὸ φιλήματος ὑμᾶς δέξεται.

175 Ἀλλ' ἐπειδὴ φιλήματος ἐμνήσθην, βούλομαι καὶ περὶ τούτου νῦν ὑμῖν εἰπεῖν. ἐπειδὰν μέλλωμεν τῆς ἱερᾶς ἅπτεσθαι τραπέζης, φιλεῖν ἀλλήλους κελευόμεθα καὶ ἀσπάζεσθαι ἀσπασμὸν ἅγιον. τίνος ἕνεκεν; ἐπειδὴ τοῖς σώμασιν ἐσμὲν διῃρημένοι, τὰς ψυχὰς ἀλλήλαις συμπλέκομεν κατ' ἐκεῖνον τὸν καιρὸν διὰ τοῦ φιλήματος, ὥστε γενέσθαι τὸν σύλλογον ἡμῶν τοιοῦτον, οἷος ἦν ἐκεῖνος ὁ ἀποστολικός, ὅτε πάντων τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὕτως γὰρ δεῖ προσιέναι τοῖς ἱεροῖς μυστηρίοις συνδεδεμένους ἀλλήλοις. ἄκουσον, τί φησιν ὁ Χριστός· "ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε πρόσφερε τὸ δῶρόν σου". οὐκ εἶπε "πρότερον προσένεγκε", ἀλλὰ "πρότερον διαλλάγηθι καὶ τότε προσένεγκε". διὰ τοῦτο καὶ ἡμεῖς, τοῦ δώρου προκειμένου, πρότερον ἀλλήλοις καταλλαττόμενοι τότε τῇ θυσίᾳ προσερχόμεθα. ἔστι δὲ καὶ ἕτερος μυστικὸς λόγος τοῦ φιλήματος τούτου. ναοὺς ἡμᾶς ἐποίησε τοῦ Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον. φιλοῦντες οὖν ἀλλήλων τὰ στόματα, τὰ πρόθυρα τοῦ ναοῦ καταφιλοῦμεν. μηδεὶς τοίνυν μετὰ συνειδότος πονηροῦ, μετὰ ὑπούλου διανοίας τοῦτο ποιείτω· ἅγιον γάρ ἐστι τὸ φίλημα· "ἀσπάσασθε" γάρ φησιν "ἀλλήλους ἐν φιλήματι ἁγίῳ". τούτων πάντων μεμνημένοι ταῦτα διὰ παντὸς διατηρῶμεν, τὴν συνταγήν, τὴν ἀποταγήν, τὴν παρρησίαν, ἣν νῦν ἡμῖν ὁ δεσπότης χαρίζεται, καὶ ἀκηλίδωτον καὶ ἀκέραιον διαφυλάξωμεν, ἵνα μετὰ πολλῆς τῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῶν οὐρανῶν καὶ καταξιωθῶμεν ἐν νεφέλαις ἁρπαγῆναι καὶ φανῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἄξιοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.