1

 2

 3

 4

 5

 6

5

μακρὸν, οὐδὲ ἔχεις διδασκαλίαν; παραγίνου μόνον, καὶ τὸ πᾶν ἀπετέλεσας. Τοῦ γὰρ σώματος ἡ παρουσία προσθήκη τῆς ποίμνης γίνεται, καὶ πολλὴν τοῖς ἀδελφοῖς σου δίδωσι τὴν προθυμίαν, καὶ τοῖς ἐχθροῖς σου περιβάλλει τὴν αἰσχύνην. Ἂν μὲν γὰρ ἐπιβάς τις τῶν ἱερῶν τούτων προθύρων ὀλίγους ἴδῃ τοὺς συνειλεγμένους, καὶ αὐτὴν τὴν οὖσαν κατασβέννυσι προθυμίαν, καὶ ναρκᾷ καὶ ἀναδύεται καὶ ὀκνηρότερος γίνεται καὶ ἀναχωρεῖ· εἶθ' οὕτω κατὰ μικρὸν ἅπαν ἡμῖν τὸ πλῆθος χαυνότερόν ἐστι καὶ ῥᾳθυμότερον. Ἂν δὲ ἴδῃ συντρέχοντας, σπουδάζοντας, πανταχόθεν συῤῥέοντας, ἡ τῶν ἄλλων σπουδὴ καὶ τῷ σφόδρα νωθρῷ καὶ παρειμένῳ προθυμίας ὑπόθεσις γίνεται. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πολλάκις σπινθῆρας ἐκπηδῆσαι παρεσκεύασε, καίτοι τί λίθου ψυχρότερον, τί δὲ πυρὸς θερμότερον; ἀλλ' ὅμως τὴν φύσιν ἐνίκησεν ἡ συνέχεια· εἰ δὲ ἐπὶ λίθου τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ ψυχῶν ἀλλήλαις συντριβομένων καὶ τῷ πυρὶ τοῦ πνεύματος διαθερμαινομένων. Οὐκ ἠκούσατε ὅτι ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων εἴκοσι καὶ ἑκατὸν ἦσαν οἱ πιστοὶ πάντες, μᾶλλον δὲ πρὸ τῶν εἴκοσι καὶ ἑκατὸν δώδεκα μόνοι, καὶ οὐδὲ οὗτοι διέμειναν ἅπαντες, ἀλλ' εἷς ἐξ αὐτῶν ἀπώλετο Ἰούδας, καὶ ἦσαν ἕνδεκα πάντες; Ἀλλ' ὅμως ἀπὸ τῶν ἕνδεκα ἐκείνων εἴκοσι καὶ ἑκατὸν ἐγέ48.802 νοντο, καὶ ἀπὸ τῶν εἴκοσι καὶ ἑκατὸν τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα τὴν οἰκουμένην ἅπασαν ἐνέπλησαν τῆς τοῦ Θεοῦ γνώσεως. Τὸ δὲ αἴτιον οὐδέποτε τὴν ἐπισυναγωγὴν ἑαυτῶν κατελίμπανον, ἀλλ' ἀεὶ μετ' ἀλλήλων ἦσαν ἐν τῷ ἱερῷ διημερεύοντες, καὶ εὐχαῖς καὶ ἀναγνώσεσι προσέχοντες· διὰ τοῦτο πολλὴν ἐξῆψαν τὴν πυρὰν, διὰ τοῦτο οὐδέποτε διεῤῥύησαν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο. Τούτους δὲ καὶ ἡμεῖς μιμησώμεθα. Πῶς γὰρ οὐκ ἄτοπον, μηδὲ τοσαύτην ἐπιδείκνυσθαι περὶ τὴν Ἐκκλησίαν ταύτην πρόνοιαν, ὅσην αἱ γυναῖκες περὶ τὰς γείτονας τὰς ἑαυτῶν; Καὶ γὰρ ἐκεῖναι ἐπειδὰν ἴδωσί τινα παρθένον πενιχρὰν καὶ ἔρημον προστασίας ἁπάσης οὖσαν, τὰ παρ' ἑαυτῶν πᾶσαι εἰσφέρουσιν ἐν τάξει τῶν προσηκόντων γινόμεναι, καὶ πολὺν ἴδοι τις ἂν ἐκεῖ θόρυβόν τε καὶ ὄχλον τῆς παρθένου νυμφευομένης· καὶ αἱ μὲν χρήματα πολλάκις εἰσήνεγκαν, αἱ δὲ τὴν παρουσίαν τοῦ σώματος· οὐ μικρὸν δὲ καὶ τοῦτο· γίνεται γὰρ παρακάλυμμα τῆς εὐτελείας τούτων ἡ σπουδὴ, καὶ τὴν πενίαν ἀποκρύπτουσιν οὕτω διὰ τῆς αὐτῶν προθυμίας. Τοῦτο δὴ καὶ ἐπὶ ταύτης ποιήσατε τῆς Ἐκκλησίας. Πάντες πανταχόθεν συντρέχωμεν καὶ συγκαλύψωμεν αὐτῆς τὴν πενίαν, μᾶλλον δὲ λύσωμεν αὐτῆς τὴν πενίαν συνεχῶς ἐνταῦθα παραγινόμενοι. Κεφαλὴ τῆς γυναικός ἐστιν ὁ ἀνήρ· βοηθός ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός. Μὴ τοίνυν μήτε ἡ κεφαλὴ χωρὶς τοῦ σώματος ἀνεχέσθω τῶν οὐδῶν ἐπιβαίνειν τῶν ἁγίων τούτων, μήτε τὸ σῶμα χωρὶς τῆς κεφαλῆς φαινέσθω, ἀλλ' ὁλόκληρος ἐνταῦθα εἰσίτω ὁ ἄνθρωπος, ἔχοντες καὶ τὰ παιδία μεθ' ἑαυτῶν. Εἰ γὰρ δένδρον τερπνὸν ἰδεῖν ἀπὸ τῆς ῥίζης αὐτῆς νεόφυτον ἔχον ἀνεστηκὸς, πολλῷ μᾶλλον ἄνθρωπον τερπνὸν ἰδεῖν, καὶ ἐλαίας ἁπάσης τερπνότερον, ἀπὸ τῆς ῥίζης αὐτῆς τὸ παιδίον ὥσπερ νεόφυτον ἔχοντα πλησίον ἑστώς· οὐ τερπνὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικερδές. Καὶ γὰρ, ὅπερ ἔφθην εἰπὼν, πλείων ἐνταῦθα μισθὸς τοῖς συλλεγομένοις· ἐπεὶ καὶ γεωργὸν τότε μάλιστα θαυμάζομεν, οὐχ ὅταν τὴν πολλάκις γεωργηθεῖσαν γῆν θεραπεύῃ, ἀλλ' ὅταν τὰ ἄσπαρτα καὶ ἀνήροτα χωρία λαβὼν, πολλῆς ἀξιώσῃ προνοίας. Οὕτω δὴ καὶ Παῦλος ἐποίει, φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἀλλ' ὅπου οὐκ ὠνομάζετο. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς πρόσοδον τῆς Ἐκκλησίας, καὶ εἰς ὠφέλειαν τὴν ἡμετέραν· καθ' ἑκάστην οὖν τρέχωμεν ἐνταῦθα σύναξιν. Κἂν ἐπιθυμία φλέγῃ, κατασβέσαι ῥᾳδίως αὐτὴν δυνήσῃ, τὸν οἶκον τοῦτον μόνον ἰδών· κἂν ὀργίζῃ, μετ' εὐκολίας κοιμίσεις τὸ θηρίον· κἂν ἄλλο τι πάθος πολιορκῇ, πάντα δυνήσῃ καταλῦσαι τὸν χειμῶνα, καὶ γαλήνην ἐργάσασθαι, καὶ εἰρήνην πολλὴν τῇ ψυχῇ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν