1

 2

 3

 4

 5

5

κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ. Ἀλλ' ἐρώτησον αὐτὸν εὐθέως, Τί ποιεῖς, ὦ ἄνθρωπε; τί μαίνῃ; τί ῥίπτεις τὰ χρήματα ἀχρήστως; οὐ παραφυλάττει σου τὰς παρακαταθήκας ἡ θάλασσα· οὐκ ἔστιν ὡς ἡ γῆ δεξαμένη τὰ σπέρματα, καὶ δίδωσί σοι πολυπλασίονα· οὐ γὰρ λαμβάνει σπέρματα, καὶ δίδωσι δράγματα. Τί οὖν δανείζεις ἀχρήστως ἀχαρίστῳ στοιχείῳ; τί πιστεύεις ἀπίστοις κύμασι; τί δίδως τὴν ἐνθήκην σου εἰς παρακαταθήκην τῇ μὴ ἀποδιδούσῃ θαλάσσῃ; Θεῷ οὐκ ἠθέλησας δανεῖσαι, καὶ τῇ ἀγρίᾳ θαλάσσῃ ῥίπτεις τὰ χρήματα; Τί οὖν εὐθέως ἐκεῖνος ἀποκρίνεται; Θέλω τὴν ψυχήν μου σῶσαι, ἢ ὅλον τὸν κόσμον κερδῆσαι. Νῦν ἔγνως, Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἀλλ' οὐκ ἐπαίδευσέ σε ὁ νόμος; Παιδεύσει σε κἂν ὁ φόβος. Οὐκ ἐπαίδευσέ σε ἡ τοῦ Θεοῦ διδασκαλία; Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία. Ὢ τῆς ἀνακολούθου πράξεως· ὢ τῆς πάντα παιδευούσης ἀνάγκης· ἡ θάλασσα βιαζομένη λαμβάνει ὅλα, ὁ Θεὸς δὲ προτρεπόμενος εἰς βασιλείαν οὐρανῶν, οὐδὲ μέρος τι λαμβάνει; τῇ θαλάσσῃ πιστεύεις μηδέν σοι χρηστὸν ἐπαγγελλομένῃ, καὶ τῷ Θεῷ οὐ πείθεις ἑκατονταπλασίονά σοι ἐπαγγελλομένῳ καὶ χαριζομένῳ; Βούλει καὶ ἑτέραν εἰκόνα τῆς τοιαύτης ἀνάγκης ὑπόθωμαί σοι; χρὴ γὰρ καὶ διὰ τῶν φοβερῶν 60.752 καὶ διὰ τῶν ἀγαθῶν πανταχόθεν ὠφελεῖσθαι τὴν σὴν ψυχήν. Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται. Προφῆται κηρύττουσι, κἀκεῖνοι τὰ ὦτα ἀποκλείουσι· διδάσκαλοι βοῶσι, κἀκεῖνοι τὴν νουθεσίαν μυκτηρίζουσι. Καὶ τί λοιπὸν ἐπὶ τούτων γίνεται; οὐ γὰρ ἐπὶ πάντων, ἀλλ' ἐπὶ τούτων. Περιπίπτει γὰρ πολλάκις ὁ τοιοῦτος ἔμπορος λῃσταῖς· καὶ ὁ πρὸς τὸν πλοῦτον κεχηνὼς, καὶ ἀπλήστως τὸ τῆς φιλοχρηματίας πάθος ἐνδεδυμένος, εὐθὺς ἀποδύεται τὴν τοιαύτην νόσον, καὶ γίνεται δαψιλὴς εἰς τὸ χαρίσασθαι· βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος· ἐπέρχεται ὁ λῃστὴς, καὶ εὑρίσκεται λοιπὸν ἐκεῖνος, ὥσπερ τις φιλότιμος, τὰ ἑαυτοῦ παρέχων μετὰ ἱκεσίας. Τί οὖν λέγει τῷ λῃστῇ τότε; Πάντα λάβε, καὶ μόνον τὴν ψυχήν μου χάρισαι. Ἀκουέτω καὶ οὗτος· Νῦν ἔγνως τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ. Λῃστῇ πάντα βουλομένῳ λαβεῖν δίδως μετὰ πάσης παρακλήσεως, τῷ βλάπτοντί σε εἰς πάντα· Θεῷ δὲ μέρος τι βουλομένῳ λαβεῖν οὐ δανείζεις, τῷ πάντα πλουσίως παρέχοντί σοι ἀγαθὰ, ἐπίγειά τε καὶ οὐράνια· ἀλλ' οὐδὲ τοσοῦτον φοβῇ τὸν Θεὸν, ὅσον τὸν λῃστήν; Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς. Μὴ, παρακαλῶ, μὴ τοιοῦτοί τινες ὑμῶν γινέσθωσαν· οὐ γάρ ἐστε, μάλιστα φιλόχριστοι ὄντες· οἴδατε γὰρ πάντα τὰ ἀποβησόμενα τοῖς ἀνθρώποις. Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὐτῷ οὖν τῷ ἐλεοῦντι καὶ τρέφοντι καὶ μὴ ὀνειδίζοντι Θεῷ δόξαν ἀναπέμψωμεν, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.