1

 2

 3

 4

 5

5

εἶχες, ἐδίδως. Τὴν προαίρεσιν θέλει, τὴν καρδίαν διερευνᾷ καὶ οἶδεν· ἄνθρωπος γὰρ εἰς πρόσωπον, καὶ Θεὸς εἰς καρδίαν. Παρακαλῶ οὖν, φυλάξατε τὴν παραγγελίαν, ἣν παραγγέλλω ὑμῖν· Ἐν γὰρ τούτῳ ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Αὐτοῦ τοῦ ∆εσπότου φωνή ἐστιν, αὐτὸς εἶπε τοῖς μαθηταῖς· καὶ πάλιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· ἐν ταύταις δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται. Παρακαλῶ τοίνυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλόπτωχοι· ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.