1

 2

 3

 4

 5

 6

 7

5

Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ 50.651 σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν· οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας, τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέμενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν· διὰ τοῦτο νουθετῶν ἐδάκρυεν ἀεί. Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προνοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ; Καὶ γὰρ πολλὴ τῆς κατὰ Θεὸν λύπης ἡ δύναμις εἰς ὠφελείας λόγον, καὶ περὶ ταύτης ὁ Ἡσαΐας διηγούμενος οὕτως ἔλεγε, μᾶλλον δὲ ὁ Θεὸς δι' Ἡσαΐα· ∆ι' ἁμαρτίας βραχύ τι ἐλύπησα αὐτόν. Οὐδὲ ἀξίαν, φησὶν, ἐπέθηκα τῆς πλημμελείας τὴν κόλασιν. Ἐν μὲν γὰρ τοῖς κατορθώμασιν ὑπερβαίνει τὰ μέτρα ταῖς ἀντιδόσεσιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἁμαρτήμασι, διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἐλέγχων πολλαχοῦ, βραχεῖαν τὴν κόλασιν ἐπάγει τῶν πεπλημμελημένων. Ὅπερ οὖν καὶ ἐνταῦθα αἰνιττόμενος ἔλεγε· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. δʹ. Ὁρᾷς πῶς καὶ ταχίστη καὶ πολλὴ τῆς μετανοίας ἡ ὠφέλεια; Ὀλίγα κολάσας αὐτὸν ὑπὲρ ἁμαρτημάτων, φησὶν, ἐπειδὴ εἶδον κατηφῆ γενόμενον καὶ στυγνὸν, καὶ αὐτὴν τὴν μικρὰν ἀνῆκα τιμωρίαν· οὕτω καὶ ἕτοιμός ἐστι πρὸς τὰς ἡμετέρας καταλλαγὰς ὁ Θεὸς, καὶ πρόφασιν βραχεῖαν ἐπιζητεῖ μόνον. Παρέχωμεν τοίνυν αὐτῷ τῆς πρὸς ἡμᾶς φιλίας τὰς ἀφορμὰς, καθαρούς τε ἁμαρτημάτων ἑαυτοὺς πειρώμεθα διασώζειν, καὶ εἴποτε ὑποσκελισθείημεν, διαναστῶμεν ταχέως πενθοῦντες τὰ πεπλημμελημένα μετὰ πολλῆς τῆς ἀκριβείας, ἵνα τῆς κατὰ Θεὸν χαρᾶς ἐπιτύχωμεν. Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται; Οἶδα ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ' ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξωμεν, ἀλλ' ἐν ἑαυτοῖς κατάσχωμεν, τοῦτο ποιήσωμεν. Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας, δέχεται τὰ σπέρματα, καὶ εὐθέως δίδωσι τοὺς στάχυας, οὐ δεῖται ἀναβολῆς, οὐδὲ χρόνου· ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος· εἰς γὰρ τὴν ἱερὰν ταύτην μάνδραν εἰσελθεῖν οὐ τολμᾷ· ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ' ἔξω τὸν ποιμένα δεδοικὼς ἕστηκεν. Ἂν ἐξέλθωμεν ἐντεῦθεν, εὐθέως μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους, καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ' ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων μελετάτω μετὰ ἀκριβείας τὰ εἰρημένα. Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχωρεῖν, φίλους τοὺς κοινωνοὺς τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες κατ' ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ' ἑαυτοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρτισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα 50.652 μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία· ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, ἀλλ' οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα· οὕτω