1

 2

 3

 4

 5

 6

5

ποιησόμεθα. Τοιαύτας οὖν ἔχοντες ἐπαγγελίας σχολάσατε διὰ παντὸς καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ὑμᾶς, καὶ μηδὲν ἕτερον ζητήσητε, εἰ μὴ μόνον ἔλεος παρὰ Κυρίου τῆς δόξης καὶ ἀρκεῖ ὑμῖν. Ζητοῦντες δὲ ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ ζητεῖτε. Λοιπὸν βοᾶτε ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατόν, καὶ ὅλην τὴν νύκτα λέγοντες ἀπαύστως· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ ἐλέησον ἡμᾶς. Ἀμήν. Παρακαλῶ οὖν ὑμᾶς, βιάσασθε, πάλιν λέγω βιάσασθε τῷ νῷ ὑμῶν ἕως θανάτου. Πολλῆς γὰρ βίας χρείαν ἔχει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν θύραν τῆς ζωῆς καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζεσθε ἀπὸ τοῦ Θεοῦ, μηδὲ τῆς καρδίας ὑμῶν, ἀλλὰ παραμένετε καὶ φυλάττετε αὐτὴν μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· αὐτὸ καὶ αὐτὸ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ, καὶ μηδὲν ἕτερον, ἄχρις οὗ μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν. Παρακαλῶ οὖν ὑμᾶς τὸν κανόνα ταύτης τῆς προσευχῆς μηδέποτε καταπαύσητε. Ἤκουσα γάρ ποτε τῶν ἁγίων πατέρων λεγόντων ὅτι ποῖος ἐκεῖνος μονάζων, ἐὰν κανόνα καταπαύσῃ, ἀλλὰ ὀφείλει εἴτε ἐσθίει εἴτε πίνει εἴτε ὁδεύει εἴτε διακονεῖ ἀδιαλείπτως κράζειν· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς, ἵνα αὐτὴ ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐρε θίσῃ πρὸς πόλεμον τοῦ ἐχθροῦ. Πάντα γὰρ διὰ τῆς μνήμης τοῦ Κυρίου ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχὴ εἴτε πονηρὰ εἴτε ἀγαθά· πρῶτον δὲ τὰ κακὰ ἔχει ἰδεῖν ἔσω ἐν τῇ καρδίᾳ καὶ τότε τὰ καλά. Ἡ γὰρ μνήμη ἔχει κινῆσαι τὸν δράκοντα καὶ ἡ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι. Ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐν ὑμῖν οἰκοῦσαν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι. Ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ διαβόλου ἐν τῇ καρδίᾳ καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος, ἵνα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κατερχόμενον εἰς τὸν βυθὸν τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινώσῃ, τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ, ἀδιαλείπτως παραμένον τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κράζον, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν καὶ γενήσεται τὰ δύο ἕν. Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ πολλοῦ· πολλοῦ γὰρ ἀγῶνος χρεία καὶ χρόνου, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χρι στός· οὐκ ἔστι γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, λέγει ὁ ἀπόστολος. Οἱ οὖν ἀποτασσόμενοι καὶ σπουδάζοντες εὐαρεστῆσαι τῷ Κυρίῳ ὀφείλουσιν ἑαυτοὺς εἰς πάντα ταπεινῶσαι καὶ θλιβῆναι, ἵνα μόνον ἐπιτύχωσι τῶν μελλόντων ἀγαθῶν καὶ τῆς ἀτελευτήτου ἀναπαύσεως. Παρακαλῶ οὖν ὑμᾶς προσέχετε, πῶς μεταλαμβάνετε τῆς τροφῆς. Λέγει γὰρ ὁ προφήτης· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ· τοῦτο εἶπεν ἐν καιρῷ προσευχῆς. Καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· καὶ τοῦτο εἶπεν ἐν καιρῷ τροφῆς. Οὐκ εἶπεν ἐν γέλωτι καὶ ἀδιαφο ρίᾳ, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ. Τίς γὰρ τολμήσει ποτὲ βασιλέως παρόντος γελάσαι καὶ ἀγανάκτησιν ἑαυτῷ ἐπενέγκασθαι καὶ τιμωρίαν. Καί, ὅταν ψάλλητε, νηφόντως ψάλλετε ἐν αἰσθήσει καρδίας, ἵνα γεύσηται ἡ καρδία καὶ γινώσκῃ τὰ λεγόμενα ἐν διακρίσει εἰς δόξαν Χριστοῦ, μὴ χαύνως, ἀλλὰ ζεόντως, ἵνα καὶ ὁ νοῦς διεγείρηται καὶ τὸ σῶμα πρὸς τὴν ἀγρυπνίαν, ἵνα πανταχόθεν ἡ ψυχὴ τρέφηται καὶ προκόπτῃ. Καὶ μὴ θελήσητέ ποτε τροπάρια πολυσύνθετα λέγειν, ἵνα μὴ πλάνην ὑπομείνητε τερπόμενοι τῇ φωνῇ. Καὶ περὶ τῆς διακονίας τῆς εἰς τοὺς ἀδελφοὺς πρόσεχε ποῖον κελλάριον προχειρίζεις· τὸν δυνάμενον συνείδησιν φυλάξαι τῷ Θεῷ καὶ τῇ συνοδίᾳ, μή ποτε εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου ἢ λαθροφάγον ἢ νοσφιζόμενόν τι καὶ ἀπολέσῃ