1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

μὴ λάβῃς· οὐ λέγω πρόσωπα, ἀλλὰ πράγματα. Εἴ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτὸς αἴτιος, οὐχ ὁ ἐμὸς λόγος. Τί ἁρπάζεις, ὅπου φθόνος; Ἅρπασον, ὅπου στέφανος. Μὴ ἅρπαζε τὴν γῆν, ἀλλὰ τὸν οὐρανόν. Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Τί ἁρπάζεις τὸν πένητα τὸν ἐγκαλοῦντα; Ἅρπασον τὸν Χριστὸν τὸν ἐπαινοῦντα. Εἶδες ἀγνωμοσύνην καὶ μανίαν; Ἁρπάζεις πένητα τὸν ἔχοντα ὀλίγον; Ὁ Χριστὸς λέγει· Ἐμὲ ἅρπασον, χάριν σοι ἔχω τῆς ἁρπαγῆς· τὴν ἐμὴν βασιλείαν ἅρπασαι καὶ βίασαι. Τὴν κάτω βασιλείαν ἐὰν θελήσῃς ἁρπάσαι, μᾶλλον δὲ κἂν θελήσῃς ἐννοῆσαι, κολάζῃ· τὴν ἄνω δὲ ἐὰν μὴ ἁρπάσῃς, τότε κολάσῃ. Ὅπου τὰ βιωτικὰ, φθόνος ὅπου δὲ τὰ πνευματικὰ, ἀγάπη. Ταῦτα μελέτα καθ' ἑκάστην ἡμέραν, καὶ μὴ πάλιν ἰδὼν μετὰ δύο ἡμέρας ἄλλον ὀχήματι φερόμενον, σηρικὸν περιβεβλημένον ἱμάτιον, κορυφούμενον, θορυβηθῇς, ταραχθῇς. Μὴ ἐπαίνει πλούσιον, ἀλλὰ τὸν ἐν δικαιοσύνῃ μόνον. Μὴ κάκιζε 52.402 πένητα, ἀλλὰ μάθε τῶν πραγμάτων τὴν κρίσιν ἔχειν ὀρθὴν καὶ ἀδιάπτωτον. Μὴ ἀπέχου Ἐκκλησίας· οὐδὲν γὰρ Ἐκκλησίας ἰσχυρότερον. Ἡ ἐλπίς σου ἡ Ἐκκλησία, ἡ σωτηρία σου ἡ Ἐκκλησία, ἡ καταφυγή σου ἡ Ἐκκλησία. Τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστὶ, τῆς γῆς πλατυτέρα ἐστίν. Οὐδέποτε γηρᾷ, ἀεὶ δὲ ἀκμάζει. ∆ιὰ τοῦτο τὸ στεῤῥὸν αὐτῆς καὶ ἀσάλευτον δηλοῦσα ἡ Γραφὴ ὄρος αὐτὴν καλεῖ· τὸ ἄφθορον, αὐτὴν καλεῖ παρθένον· τὸ πολυτελὲς, βασίλισσαν αὐτὴν καλεῖ· τὸ συγγενὲς τὸ πρὸς τὸν Θεὸν, θυγατέρα αὐτὴν καλεῖ· τὸ πολύγονον, στεῖραν αὐτὴν καλεῖ τίκτουσαν ἑπτά· μυρία ὀνόματα, ἵνα παραστήσῃ αὐτῆς τὴν εὐγένειαν. Ὥσπερ γὰρ ὁ ∆εσπότης αὐτῆς πολλὰ ὀνόματα ἔχει· καὶ Πατὴρ καλεῖται, καὶ ὁδὸς καλεῖται, καὶ ζωὴ καλεῖται, καὶ φῶς καλεῖται, καὶ βραχίων καλεῖται, καὶ ἱλασμὸς καλεῖται, καὶ θεμέλιος καλεῖται, καὶ θύρα καλεῖται, καὶ ἀναμάρτητος καλεῖται, καὶ θησαυρὸς καλεῖται, καὶ Κύριος καλεῖται, καὶ Θεὸς καλεῖται, καὶ Υἱὸς καλεῖται, καὶ Μονογενὴς καλεῖται, καὶ μορφὴ Θεοῦ, καὶ εἰκὼν Θεοῦ καλεῖται· μὴ ἀρκεῖ ἓν ὄνομα παραστῆσαι τὸ ὅλον; Οὐδαμῶς· ἀλλὰ διὰ τοῦτο μυρία ὀνόματα, ἵνα μάθωμέν τι περὶ Θεοῦ, κἂν μικρόν. Οὕτω δὴ καὶ ἡ Ἐκκλησία πολλὰ καλεῖται. Παρθένος λέγεται, καὶ μὴν πόρνη ἦν πρὸ τούτου· τὸ γὰρ θαυμαστὸν τοῦ νυμφίου, ὅτι ἔλαβε πόρνην, καὶ ἐποίησε παρθένον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Γάμος παρ' ἡμῖν παρθενίαν λύει, γάμος παρὰ Θεῷ παρθενίαν ἀνέστησε. Παρ' ἡμῖν ἡ οὖσα παρθένος, γαμουμένη, οὐκ ἔστι παρθένος· παρὰ Χριστῷ ἡ οὖσα πόρνη, γαμουμένη, παρθένος γέγονεν. ζʹ. Ἑρμηνευέτω ὁ αἱρετικὸς τοῦτο μόνον, ὁ περιεργαζόμενος τὴν ἄνω γέννησιν, καὶ λέγων· Πῶς ἐγέννησεν ὁ Πατήρ; Εἰπὲ αὐτῷ· Πῶς ἡ Ἐκκλησία, πόρνη οὖσα, παρθένος ἐγένετο; πῶς δὲ ἡ γεννήσασα, παρθένος ἔμεινε; Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ὁ Παῦλός φησιν ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὢ σοφία καὶ σύνεσις. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί ἐστι τοῦτο; Ζηλῶ, λέγει. Ζηλοῖς, ὁ πνευματικός; Ζηλῶ γὰρ, λέγει, ὡς ὁ Θεός. Καὶ Θεὸς ζηλοῖ; Ναὶ, ζηλοῖ, οὐ πάθει, ἀλλὰ ἀγάπῃ, καὶ ζηλοτυπίᾳ. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Εἴπω σοι, πῶς ζηλοῖ; Εἶδεν ὑπὸ δαιμόνων διαφθειρομένην τὴν γῆν, καὶ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκε. Τὰ γὰρ ῥήματα ἐπὶ τοῦ Θεοῦ λεγόμενα οὐ τὴν αὐτὴν ἔχει ἰσχύν· οἷον, ζηλεύει Θεὸς, ὀργίζεται Θεὸς, μετανοεῖ Θεὸς, μισεῖ Θεός. Τὰ ῥήματα ταῦτα ἀνθρώπινα, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Πῶς ζηλεύει Θεός; Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ὀργίζεται Θεός; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Ὥστε καὶ καθεύδει Θεός; Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Μετανοεῖ Θεός; Μετενόησα, ὅτι ἐποίησα τὸν ἄνθρωπον. Μισεῖ ὁ Θεός; Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου. Ἀλλὰ μὴ πρόσεχε τῇ εὐτελείᾳ τῶν λέξεων· ἀλλὰ λάβε θεοπρεπῆ τὰ νοήματα. Ζηλεύει ὁ Θεὸς, ἀγαπᾷ γάρ. Ὀργίζεται ὁ Θεὸς, οὐ πάθει, ἀλλὰ τιμωρίᾳ καὶ κολάσει.