1

 2

 3

 4

 5

5

∆εῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι· ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.