1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ἀπειλεῖ· ἕτερον φωνῆσαν χειμῶνα σημαίνει· ἄλλο πετᾶσαν συμφορὰν ἡμῖν παρεισάγει. Πολλῶν γὰρ ἤκουσα ταῦτα φιλονεικούντων καὶ ληρωδούντων. Οὐκ ἔστι τοῦτο παραγραφὴ Χριστιανῶν; Ἃ γὰρ ἰδὼν ὁ Θεὸς εἶπε καλὰ λίαν, σὺ αὐτὰ μὴ ἐνύβριζε. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς ἡμέρας καὶ εἰς δᾳδουχίαν τῆς νυκτός. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤγουν τὸν ἥλιον, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Τί πρῶτον θαυμάσομεν οἱ ἄνθρωποι; τοῦ ἡλίου τὸ ὕψος τὸ ἀνείκαστον, τὸ μέγεθος, τὴν σφοδρότητα, τοῦ φωτὸς τὸ ἀμέτρητον, ἢ τῆς θέρμης τὸ ἀκατάσχετον; Πῶς ἐκ μιᾶς θρυαλλίδος, καὶ ἐκ μιᾶς οὐσίας ταῦτα πάντα κατηγλάϊσται, δρόμον ἀνύοντος αὐτοῦ, νοῦν καὶ ἔννοιαν καταπλήττοντα, ὡς ἐν μιᾷ ἡμέρᾳ ἀπὸ ἀνατολῆς φαινόμενος καὶ πρὸς δύσιν ἐρχόμενος, τόπος οὐδεὶς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ; Ποῦ τῶν Περσῶν τὰ τέκνα, οἱ θρησκεύοντες αὐτὸν ὡς θεὸν, καὶ τὸν κτίστην καταλιπόντες, τῷ κτίσματι αὐτοῦ τὴν τιμὴν προσάγουσιν; Οὐχὶ αὐτὸς ὁ ἥλιος ἀεννάως καθ' ἡμέραν τὸν αὐτοῦ δρόμον διατελεῖ μετὰ φόβου μεγίστου καὶ εὐταξίας, καὶ ποτὲ μὲν νέφεσι καλυπτόμενος, ποτὲ δὲ νότου πνεύσαντος τὰς ἀκτῖνας σμικρύνοντος; Οὗτος ὑμῶν ὁ ἥλιος, εἰς ὃν ὑμεῖς πεποιθότες τὴν λατρείαν προσάγετε. Πάντα καλὰ λίαν τοῦ Κυρίου τὰ ἔργα, καὶ φοβερὰ καὶ ἐξαίσια· ἀλλὰ πρὸς ὑπηρεσίαν ἡμῶν καθεστήκασιν, οὐχὶ δεσποτείαν. Πῶς δὲ καὶ ἡ σελήνη εἰς δᾳδουχίαν τῆς νυκτὸς τῷ προστάγματι τοῦ ποιητοῦ παρήχθη, καὶ ποτὲ μὲν αὔξησιν δέχεται, ποτὲ δὲ μείωσιν ὑπομένει, καὶ ποτὲ μὲν λάμπουσα μαρμα 56.530 ρυγὰς φωτὸς ἐπαφίησι, ποτὲ δὲ λήγουσα αὐτῆς τὰ μέτρα ἀπαρασάλευτα διαφυλάττει μετὰ τῶν ἀστέρων τῶν πολυαριθμήτων χορῶν; Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἥξωμεν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Κατάμαθε ἀκριβῶς τὸ ῥῆμα τοῦ Παντοκράτορος· Πόσα γένη ἰχθύων τῶν ἐν τῇ θαλάσσῃ παρέστησε, καὶ πόσον δῆμον πετεινῶν ἐν τῷ ἀέρι παρεσκεύασε, τὰ μικρὰ, τὰ μείζονα· καὶ θαύμασον τῆς σοφίας αὐτοῦ τὴν ὑπερβολὴν, πῶς ἑνὶ λόγῳ τὰ πάντα παρήχθη. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, ἑρπετὰ καὶ θηρία, καὶ πᾶν κτῆνος κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ὢ τῆς μεγίστης σοφίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος. Πάντα τὰ κτήνη καὶ τὰ θηρία ἐν ῥιπῇ ὀφθαλμοῦ ἐποίησε, λέοντα, ἄρκον, δράκοντα, βοῦν, καὶ ἵππον, καὶ ὅσα τοῖς ἀνθρώποις πρὸς ὑπηρεσίαν περισπούδαστα καὶ ἀγώγιμα. Ὁρᾷς τοῦ ∆ημιουργοῦ τὴν σύνεσιν; Πάντα ἐποίησεν ἐν ἓξ ἡμέραις, φῶς, οὐρανὸν, γῆν, θάλασσαν, ἥλιον, σελήνην, ἄστρα, ὄρη, βουνοὺς καὶ πεδιάδας, θηρία, κτήνη, ἰχθύας, κήτη, τὰ ἐν τῇ θαλάσσῃ, τὰ ἐν τῇ χέρσῳ. Ὅθεν τιμιωτέραν βουλὴν καὶ ἔργον μέγιστον θέλων κατεργάσασθαι ὁ Πατὴρ τῶν φώτων, ὁ ὢν καὶ ὁ (σιξ) ἦν, ὁ νοῦς ὁ ἄναρχος, ὁ ἀγέννητος πρὸς τὸν Μονογενῆ· ὁ γεννήσας πρὸς τὸν γεννηθέντα ἐξ αὐτοῦ ἀῤῥεύστως τὸν Υἱὸν, τὸν Λόγον, τὴν σοφίαν, τὴν ἀκατάληπτον, θεοπρεπῆ καὶ μυστικὴν βουλὴν ἐπεισάγει λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλότριον τῆς δημιουργίας, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ