1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

5

ὢν ἁπάντων ∆εσπότης, αὐτοῖς ἐγνωρίζετο τότε. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; Μεγίστη κατάγνωσις, ὅταν μηδὲ ταῖς τιμωρίαις γίνωνται βελτίους. Καὶ τοῦτο δὲ εἶδος εὐεργεσίας, τὸ κολάζειν. Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἐτίμησε καὶ εὐηργέτησε μόνον, ἁμαρτάνοντας δὲ ἠφίει· ἀλλὰ καὶ τιμαῖς ἐφείλκετο καὶ φόβῳ τῶν κολάσεων ἐσωφρόνιζε, καὶ ἐν ἑκατέροις ἔμειναν ἀνίατα νοσοῦντες. Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων, καίων· τὰ δὲ τῆς νόσου οὐδὲ οὕτως εἶξε, ὃ μάλιστα τοῦ νοσεῖν ἀνίατα σημεῖόν ἐστι, τὸ μηδὲ δύνασθαι δέξασθαι θεραπείαν. Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Εἶτα λέγει τὰς κολάσεις καὶ τὰς τιμωρίας· οὐκ ἔλαττον γὰρ τοῦτο εἶδος εὐεργεσίας ἐστὶ καὶ τῆς τιμῆς τῆς εἰς αὐτοὺς γεγενημένης. Πάντας γάρ, φησίν, ἐκάκωσα καὶ εἰς λύπην αὐτοὺς ἐνέβαλον. Εἰ πᾶσα κεφαλὴ εἰς πόνον, πῶς οὐκ ἔστιν οὔτε τραῦμα, οὔτε μώλωψ; Τὸ τραῦμα, τοῦ λοιποῦ σώματος ὑγιαίνοντος, τότε φαίνεται τραῦμα ὄν· εἰ δὲ ὅλον ἡλκωμένον τύχοι, οὐκέτι ἂν φανείη τὸ ἕλκος. Τοῦτο οὖν ἐνδείξασθαι βούλεται, ὅτι ὅλον τὸ σῶμα ἥλκωτο, καὶ οὐχὶ τὸ μὲν ὑγίαινε, τὸ δὲ ἐξῳδηκὸς ἦν, ἀλλ' ἅπαν φλεγμονή, ἅπαν μώλωψ εἷς. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι. Τοῦτο τοῦ προτέρου βαρύτερον. Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ. Οὔτε ἔλαιον, οὔτε καταδεσμούς. Ὥστε ποιῆσαι τὸν λόγον ἐμφατικόν, ἐπέμεινε τῇ μεταφορᾷ· τοῦτο γὰρ αὐτῆς τὸ ἐξαίρετον. Ἡ γῆ ὑμῶν ἔρημος. Ταῦτα οὐχ ὡς γεγενημένα ἀπαγγέλλει, ἀλλ' ὡς ἐσόμενα προαναφωνεῖ. Κέχρηνται δὲ τῷ ἔθει οἱ προφῆται τούτῳ, ὁμοῦ τε φοβοῦντες τὸν ἀκροατὴν καὶ τῆς οἰκείας ἀληθείας τὴν δύναμιν ἐνδεικνύμενοι. Ὡς γὰρ τὰ παρελθόντα οὐκ ἔνι μὴ γεγενῆσθαι, οὕτω τὰ μέλλοντα ὑπὸ τῶν προφητῶν λέγεσθαι, οὐκ ἔνι μὴ συμβῆναι, πλὴν εἰ μήποτε μετανοήσαιεν οἱ κολάζεσθαι μέλλοντες. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Οὐ γὰρ ἠφάνισεν αὐτὰς παντελῶς, ἀλλ' ἀφῆκεν ἑστάναι τὰ λείψανα τοῦ ἐμπρησμοῦ τοῦ βαρβαρικοῦ, μᾶλλον δυνάμενα καθικέσθαι τῆς τῶν ὁρώντων ὄψεως. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπίτασις συμφορᾶς, ὅταν καὶ θεαταὶ τῶν οἰκείων γίνωνται συμφορῶν καὶ μηδὲ ἐξ ἀκοῆς αὐτὰ μανθάνωσι μόνον.

1.4 Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Μέγα τι ἔχουσι καὶ αἱ εἰκόνες, καὶ μάλιστα αἱ ἐν τῇ Γραφῇ, εἰς παράτασιν τῶν λεγομένων. Τὴν Ἱερουσαλὴμ δὲ καλεῖ θυγατέρα Σιὼν καὶ διὰ τὸ ὑποκεῖσθαι τῷ ὄρει. Ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Τοῦ καρποῦ γὰρ ἀνῃρημένου καὶ τῶν γεωργῶν ἀπενεχθέντων, περιττὴ λοιπὸν ἡ τῆς πόλεως οἰκοδομή. Ὡς πόλις πολιορκουμένη. Τοῦτο τῆς ἀσθενείας αὐτῶν καὶ τῆς ἐγκαταλείψεως αἴνιγμα. Ὅταν γὰρ μηδεὶς ὁ βοηθῶν ᾖ, τότε ἀνάγκη συγκεκλεῖσθαι, τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν μόνην ἐκδεχομένους. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἔθος ἀεὶ τοῖς προφήταις μὴ μόνον ἐκεῖνα προλέγειν, ἃ μέλλουσι πάσχειν οἱ πλημμελοῦντες δεινά, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι, ἵνα καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς τιμωρίας πολλὰς εἰδῶσι τῷ Θεῷ χάριτας, οὐ τὴν ἀξίαν τῶν πλημμελημάτων, ἀλλὰ ἐλάττονα πολλῷ τὴν δίκην τίνοντες. Τοῦτο γοῦν καὶ ἐνταῦθά φησιν, ὅτι τὰ μὲν ἁμαρτήματα αὐτῶν οὐ ταῦτα τὰ εἰρημένα, ἀλλὰ πανωλεθρίαν ἀπῄτει καὶ ὁλοκλήρου τοῦ γένους ἀφανισμὸν παντελῆ· ἃ δὴ καὶ ἐπὶ Σοδόμων συνέβη. Ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία οὐκ ἀφῆκε τοῦτο γενέσθαι, πολλῷ τῆς ἁμαρτίας ἐλάττονα τὴν τιμωρίαν ἐπάγουσα. Ἐπειδὴ δὲ πολλὴ τῆς Παλαιᾶς πρὸς τὴν Καινήν ἐστιν ἡ συγγένεια, εἰκότως τοῦτο καὶ ὁ Παῦλος ἀπεχρήσατο· καὶ ἐπιτηδειό τερον εἶπεν ἢ ὁ προφήτης. Ὥσπερ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ, εἰ μὴ πολὺς ὁ