5
κλέπτουσιν· ἀλλ' ἐν τοῖς ταμείοις τῆς καρδίας ἔκρυψα τὰ λόγιά σου, φησὶν ὁ προφήτης, ἵνα μὴ καταπέσω εἰς ἁμαρτίαν. ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λό γος οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ταῦτα δὲ εἰ καὶ παρ' αὐτῷ εἴρηται, ἀλλ' οὖν ἡμεῖς οἱ ψάλλον τες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας ἡμῶν τὴν ὁμολογίαν. Ἔχει δὲ καὶ ἕτερον νοῦν ὁ λόγος. Οὐχὶ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τὰ ἀγαθὰ πράττω, ἐπεὶ ἀπέχω τὸν μισθόν μου· ἀλλ' ἐμαυτῷ ποιῶ τὸ καλὸν, ἵνα ὁ βλέπων Θεὸς ἐν τῷ κρυπτῷ ἀποδώσῃ μοι ἐν τῷ φανερῷ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου· ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι· οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. Ἢ οὕτως· εὐλογημένος εἶ καὶ δεδοξασμένος παρὰ πάντας, ὅτι φιλάνθρωπος εἶ, οἰ κτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος· ἱκε τεύω, δίδαξόν με τὰ δικαιώματά σου. Οὐ πλούτου ἐφίε μαι, οὐ χρυσὸν ζητῶ, οὐκ ἄργυρον, οὐκ ἀξίαν, οὔτε τι τῶν τερπνῶν τοῦ κόσμου τούτου· ἀλλὰ τὰ δικαιώματά σου μαθεῖν ζητῶ, ὅτι ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδο σις πολλή. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ζήτησις. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στό ματός σου. Οὐ γὰρ γινώσκοντι τὰ κρίματα τοῦ Θεοῦ πρέπον ἐστι σιωπᾷν ἐν ἑαυτῷ, ἀλλ' ἐξαγγέλλειν, καὶ ἑτέρους ἐπανορθοῦν· Θεοῦ γὰρ ἀναγγέλλειν ἔργα ἔνδοξον. Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνοοῦντας. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. ∆ιά τοι τοῦτο καὶ ∆εσπότης ἔφη Χριστός· Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυ ρίων ἡ κτῆσις. Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ. Πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται πλούσιος· ὁ δὲ ἄργυρον· ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφησεν ἀξιέραστα αὐτῷ εἶναι τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη· καὶ ὥσπερ ὁ ταῦτα πλουτῶν εὐφραίνεται, οὕτω καὶ μάλα εἰκότως ἐπὶ τοῖς δικαιώμασι τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ, ἀγάλλεται. Ἐν ταῖς ἐν τολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Σχολάζειν καὶ μελετᾷν ἐπαγγέλλεται ὁ προφήτης ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ οὐχὶ παρέργως ταύτας ἔχειν. Τούτου γὰρ χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην σχήσω, καὶ ἐν ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. ∆ιὰ γὰρ τοῦτο κατενόησε καὶ τὰς ὁδοὺς αὐ τοῦ· διὸ καὶ ἐπιφέρει· Ἐν τοῖς δικαιώμασί σου με λετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου· τουτέστιν, ἄληστον τῶν σῶν λογίων ἐν ἐμαυτῷ φυλάξω τὴν μνήμην. Ἀνταπόδος τῷ δούλῳ σου. Οὐ πάντες τοῦτο παρακα λοῦμεν· τῶν γὰρ δικαίων ἐστὶν ἡ παράκλησις. Οἱ σω φρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζῶντες, αὐτοὶ τεθαῤῥη κότως λέγουσιν· Ἀνταπόδος τῷ δούλῳ σου· οἱ δὲ ἐν 55.680 ἁμαρτίαις καὶ ἡδοναῖς καὶ πάθεσιν ἀτιμίας, οὐ δύνανται λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγεί ρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. Ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. Ταύτην τὴν ζωὴν αἰτῶ, ἵνα ἐν φυλακῇ τῶν λόγων σου πορεύωμαι· τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχά νοντες λογίοις, τὰ