1

 2

 3

 4

 5

 6

 7

 8

5

καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Τί δέ ἐστι τοῦτο, τὸ Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ; Ἀναγκαῖον εἰπεῖν. Ἡ γυνὴ πέντε ἄνδρας ἔσχεν, καὶ ἐτελεύτησαν· μετ' ἐκείνους δὲ ἐπόρνευσεν· ὅθεν οὐδεὶς αὐτῇ λοιπὸν ὡς γυναικὶ νομίμῃ προσεγγίζειν ἐβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τῆς ἡδονῆς τὰ κύματα, λαθραίως εἶχε λοιπὸν τὸν πορνεύοντα μετ' αὐτῆς· καὶ οὐκ ἦν οὐδὲ πόρνη περιφανὴς, οὔτε νομίμη· εἶχεν δὲ ἄνδρα λαθραίως· ἐνόμιζε δὲ ὡς ἄνθρωπον τὸν Χριστὸν παρακρούεσθαι, καὶ ἔλεγεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. Εἶτα ὁ Χριστὸς γι νώσκων τὰ κρύφια τῆς καρδίας, καὶ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, λέγει αὐτῇ· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνη σαν, καὶ ὑμεῖς δὲ λέγετε οἱ Ἰουδαῖοι ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ποῖον προφήτην λέγεις, ὦ γύναι; ὃν ὁ Μωϋσῆς ἔγραψεν, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ἢ ἕτερόν τινα; τοῦτον σὺ λέγεις, γύναι, τὸν ἀποκαλύπτοντα τὰ κρύφια τῆς καρ δίας; Καὶ γὰρ τὴν ἀποκάλυψιν τῶν ἁμαρτημάτων παρὰ τοῦ ∆εσπότου λαβοῦσα, λέγει· Κύριε, θεωρῶ, ὅτι προ φήτης εἶ σύ. Ταὐτὸν ἦν αὐτὴν τὸ τοῦ ∆αυῒδ εἰπεῖν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με.

γʹ. Καὶ ἐκάθητο ὁ Θεὸς, ὁμιλῶν τῇ γυναικί. Ὢ πολλῆς φιλανθρωπίας· ὁ

καθήμενος ἐπὶ τὸν Χερουβὶμ πόρνῃ γυναικὶ διαλέγεται. Θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ἡ πόρνη περὶ δογμάτων εἰσ άγει λόγον, καὶ νομίσασα τὸν ∆εσπότην εἶναι προφήτην, οὐδὲν ᾔτησε βιωτικόν· Κύριον ὡμολόγησε, καὶ χρημά των περιουσίαν οὐκ ἐπεζήτησε. Κύριε, θεωρῶ ὅτι προ φήτης εἶ σύ. Κύριον ὡμολόγησε, καὶ οὐδὲν ᾔτησε πλέον τῶν πατρικῶν δογμάτων. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱερο σολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Καὶ γὰρ ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σώμωρ ὁ Ἀβραὰμ τὸν ἴδιον υἱὸν Ἰσαὰκ εἰς θυσίαν ἀνήνεγκε τῷ Θεῷ, ἐν δὲ τοῖς Ἱεροσολύμοις ὁ Ἰακὼβ ἐν Μεσοποταμίᾳ κατερχόμενος πρὸς Λάβαν τὸν Σύρον, τὴν ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ κλίμακα τεταμένην κατὰ τοὺς ὕπνους κατεῖδε, καὶ τὴν πάλην τὴν μετὰ τοῦ Θεοῦ ἐπάλαισε· διὸ καὶ ἔλεγεν· Ὁ Θεὸς ὤφθη μοι ἐν Λούσᾳ. ∆ιὰ τοῦτο ἡ γυνὴ δογμά των ἅπτεται, καί φησι· Κύριε, θεωρῶ, ὅτι προ φήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύ μοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Τί οὖν ὁ Κύριος; Πάλιν μετὰ τῆς πρεπούσης αὐτῷ σοφίας ἀποκρίνεται. Ἐπειδὴ γὰρ Ἰουδαῖος ἐνομίζετο παρ' αὐτῆς, αὐτὴ δὲ Σαμαρεῖτις ἦν, οὐκ ἠθέλησε πρὸς τὴν πεῦσιν ἀποκρίνασθαι, ἵνα μήτε διαψεύσηται, μήτε τὴν γυναῖκα σκληροτέραν ἀπεργάσηται.

Οὐ γὰρ ἦν 59.540 αὐτῷ ἄλλο τι τὸ κατασκευαζόμενον, ἀλλὰ θηρεῦσαι τὸ γύναιον πρὸς τὴν τῆς σωτηρίας ὁδὸν ἐπεζήτει· καὶ διὰ τοῦτο οὐδὲν σκληρότερον πρὸς αὐτὴν λέγει, ἵνα μήτε διαψεύσηται, μήτε καταισχύνῃ τὴν Σαμα ρεῖτιν. Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν, καθὼς προσέταξε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ, σκληροτέραν ἂν αὐτὴν ἀπειργάσατο· ἐπειδὴ, ὡς εἰρήκαμεν, παλαιὰν εἶχεν ὑπόληψιν περὶ τοῦ ὄρους τοῦ ἐν Σικίμοις, ὅτι ἐν αὐτῷ θυσιάζειν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ προσετέτακτο παρὰ τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευ δὲς τὸ ῥῆμα προεβάλλετο. ∆ιὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνη σιν χειραγωγεῖ τὸ γύναιον, καί φησι· Γύναι, πίστευ σόν μοι λέγοντι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν